Skip to content

Greek Isaiah in a Year, Week 30=Isaiah 37:26-38:11

June 27, 2013

IsaiahThis week in Greek Isaiah in a Year covers (covered!) Isaiah 37:26-38:11. Here are the readings for each day:

Screen Shot 2013-06-28 at 12.38.37 AM

Below is the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint, first in Greek, then with his English translation. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

26 οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς· 27 ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς χόρτος χλωρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις. 28 νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι· 29 ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρὸς μέ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ. 30 τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, καὶ τῷ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. 31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω. 32 ὅτι ἐξ Ἰερουσαλὴμ ἐξελεύσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐπʼ ὄρους Σιών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα. 33 διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπʼ αὐτὴν βέλος, οὐδὲ μὴ βάλῃ ἐπʼ αὐτὴν θυρεόν, οὐδʼ οὐ μὴ κυκλώσει ἐπʼ αὐτὴν χάρακα· 34 ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται. τάδε λέγει Κύριος 35 Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν διʼ ἐμὲ καὶ διὰ Δαυεὶδ τὸν παῖδά μου. 36 Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἐξαναστάντες τὸ πρωὶ εὗρον πάντα τὰ σώματα νεκρά. 37 καὶ ἀποστραφεὶς ἀπῆλθεν βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευή. 38 καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν οἰκῷ Ἀσαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαράσαρ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

38 1 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἑζεκίας ἕως θανάτου· καὶ ἦλθεν πρὸς αὐτὸν Ἠσαίας υἱὸς Ἀμὼς ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτὸν Τάδε λέγει Κύριος Τάξαι περὶ τοῦ οἴκου σου, ὅτι ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ. 2 καὶ ἀπέστρεψεν Ἑζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον 3 λέγων Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἑζεκίας κλαυθμῷ μεγάλῳ. 4 καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠσαίαν λέγων 5 Πορεύου καὶ εἰπὸν πρὸς Ἑζεκίαν Τάδε λέγει Κύριος ὁ θεὸς Δαυεὶδ τοῦ πατρός σου Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ ἴδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε· 6 καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ. 7 τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου ὅτι ὁ θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο. 8 ἰδοὺ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς οὓς κατέβη ἡ σκιά. 9 (Ὠιδή.) Προσευχὴ Ἑζεκίου βασιλέως τῆς Ἰουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ.

10 Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. 11 εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον.

 

26 Hast thou not heard long since of these things that I have done? from ancient days have I ordained it, and now have I shown it forth, to make nations in strong places desolate, and them that dwell in strong cities.

27 I slackened their hands, and they were withered up, and became as green grass upon house-tops, and as wild couch-grass.

28 But now I know thy resting place, and thy going out, and thy coming in.

29 But thy rage with which thou ragest, and thy bitterness, have come up toward me, and I will put a muzzle on thy nose, and a bit in thy lips, and will turn thee back by the way by which thou camest.

30 And this is the sign to thee; eat, for this year, what thou hast sown, and in the second year that which is left; and in the third year sow and reap ye, and plant vineyards, and ye shall eat the fruit thereof.

31 And there shall be they that are left in Judah, they shall strike root downward, and bear seed upward.

32 For they that are left shall go forth from Jerusalem, and they that are saved upon mount Zion; the jealousy of the Lord of Hosts will do this.

33 Therefore thus saith the Lord against the king of the Assyrians, He shall not come into this city, nor cast a spear against it, nor bring up a shield against it, nor compass it with a trench,

34 But by the way that he came, by it shall he return. Thus saith the Lord,

35 I will hold a shield before this city, to save it, for mine own sake, and for David my servant’s sake.

36 And there went forth an angel of the Lord, and destroyed out of the camp of the Assyrians an hundred and fourscore and five thousand; and men arising early found all the dead bodies.

37 And Sennacherib king of the Assyrians turned, and departed, and dwelt at Nineveh.

38 And as he was worshipping the god of his fathers in the house of Nisroch, Adrammelech and Sharezer his sons smote him with swords; but they made good their escape into Armenia; and Esarhaddon his son reigned in his stead.

38 1 And it came to pass at that time, Hezekiah fell sick unto death; and Isaiah the prophet, the son of Amoz, came unto him, and said unto him, Thus saith the Lord, Give orders concerning thine house; for thou diest, and shalt not live.

2 And Hezekiah turned his face to the wall, and prayed unto the Lord,

3 Saying, Remember, O Lord, how I have walked before thee with truth, with a true heart, and have done that which is pleasing in thy sight; and Hezekiah wept with great weeping.

4 And the word of the Lord came to Isaiah, saying,

5 Go, and tell Hezekiah, Thus saith the Lord, the God of David thy father, I have heard the voice of thy prayer, and have seen thy tears; behold, I add unto thy time fifteen years:

6 And I will save thee out of the hand of the king of the Assyrians, and I will hold a shield before this city.

7 And this is the sign to thee from the Lord, that God will accomplish this word.

8 Behold, I turn the shadow of the steps, down which the sun has gone, the ten steps of the house of thy father; I will turn the sun back the ten steps. And the sun went up (again) the ten steps, down which the shadow had gone.

9 A song. Prayer of Hezekiah king of Judah, when he had fallen sick, and arisen from his sickness.

10 I said, At the height of my days, in the gates of hell I shall leave the residue of my years.

11 I said, I shall no more see the salvation of God in the land, I shall no more see man.

See here for more resources and links to texts for Greek Isaiah.

One Comment leave one →
  1. kmpenner permalink
    June 28, 2013 4:55 am

    Typo in the Logos edition of Ottley:
    38:5 Δαυεὶο should be Δαυεὶδ

    Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)
    37:26 ἤκουσας] ἤκουσα B S
    ἀρχαίων ἡμερῶν] ἡμερῶν ἀρχαίων B
    νῦν] γὰρ νῦν S
    ἐξερημῶσαι] ἐξερημῶσα S
    ἐνοικοῦντας] οἰκοῦντας B
    37:27 χλωρὸς] ξηρὸς
    37:29 ἐθυμώθης] ἐνεθυμήθῃς S
    37:30 σοι] σὺ S
    τὸ σημεῖον• ] τὸ σημεῖον παρὰ Κυρίου• S
    καὶ τῷ ἐνιαυτῷ] τῷ δὲ ἐνιαυτῷ
    37:32 ἐξελεύσονται] ἔσονται B S Z
    ἐπʼ] ἐξ
    37:33 βάλῃ] ἐπιβάλῃ B S R
    οὐδʼ οὐ] οὐδὲ
    κυκλώσει] κυκλώσῃ
    37:34 ἀποστραφήσεται.] ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ• B
    37:36 ἑκατὸν καὶ ὀγδοήκοντα] ἑκατὸν ὀγδοήκοντα
    ἐξαναστάντες] ἀναστάντες B
    τὸ πρωὶ] ἐξαναστάντες πρωῒ S
    37:37 καὶ ἀποστραφεὶς] καὶ ἀπῆλθεν ἀποστραφεὶς B
    ἀπῆλθεν] Σενναχηρεὶμ B
    ἀποστραφεὶς ἀπῆλθεν] ἀπῆλθεν ἀποστραφεὶς B
    βασιλεὺς] Σενναχηρεὶμ βασιλεὺς B; Ἐνναχηρειμ βασιλεὺς S
    37:38 ἐν οἰκῷ] ἐν τῷ οἴκῳ
    Ἀσαρὰχ] Νασαρὰχ B R Z
    Ἀσαρὰχ] Κωασαρὰκ S
    Ἀδραμέλεχ] Ἀνδραμέλεχ S
    Σαράσαρ υἱοὶ] Σαράσαρ οἱ υἱοὶ
    μαχαίραις] μαχαίρας S
    Ἀσορδὰν] Ναχορδὰν S
    Ἀσορδὰν] Ασοραδαν Z
    ἀντʼ αὐτοῦ] ἀντʼαὐτοῦ S
    Ἠσαίας υἱὸς] Ἠσαίας ὁ υἱὸς S
    σου, ὅτι ἀποθνήσκεις] σου, ἀποθνήσκεις
    ἀποθνήσκεις σὺ] ἀποθνῄσκεις γὰρ σὺ S
    38:2 πρὸς] εἰς S
    38:3 ἀληθείας ἐν] ἀληθείας καὶ ἐν S
    38:5 Πορεύου] Πορεύθητι
    πρὸς Ἑζεκίαν] Ἑζεκίᾳ
    Ἤκουσα τῆς φωνῆς τῆς] Ἤκουσα τῆς B
    ἴδον] εἶδον
    38:6 βασιλέως] βασιλέων S
    σώσω] ῥύσομαί B
    σε καὶ ὑπὲρ] σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ B
    ταύτης ὑπερασπιῶ] ταύτης B
    38:7 ὁ θεὸς ποιήσει] ποιήσει ὁ θεὸς B
    38:8 ἰδοὺ στρέφω] ἰδοὺ ἐγὼ στρέφω B S; omit R Z
    ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ] τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ὁ ἥλιος B
    κατέβη ὁ ἥλιος, τοὺς] κατέβη ὁ ἥλιος S
    38:9 βασιλέως τῆς Ἰουδαίας] βασιλέως Ἰουδα S
    38:10 ἐπίλοιπα.] ἐπίλοιπά μου. S
    38:11 οὐ μὴ] μὴ (twice)
    ἐπὶ τῆς γῆς,] ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ Ἰσραὴλ ἐπὶ γῆς, B; ἐπὶ γῆς S

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.

Join 691 other followers

%d bloggers like this: