Greek Isaiah in a Year, Week 11=Isaiah 13

This week in Greek Isaiah in a Year covers Isaiah 13 in its entirety.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (As always, Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf in the public domain.) The full reading plan for our group is here (pdf).

Monday, February 11Isa 13:1-4

1 Ὅρασις ἣν εἶδεν Ἠσαίας υἱὸς Ἀμὼς κατὰ Βαβυλῶνος. 2 Ἐπʼ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν ἑαυτοῖς, μὴ φοβεῖσθε· παρακαλεῖτε τῇ <χειρι> · ἀνοίξατε, οἱ ἄρχοντες· 3 ἐγὼ συντάσσω, καὶ ἐγώ, αὐτούς· ἡγιασμένοι εἰσίν, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. 4 φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ

Tuesday, February 12: Isa 13:5-8

5 ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπʼ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην. 6 ὀλολύζετε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει. 7 διὰ τοῦτο <πᾶσα χεὶρ> ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει· 8 καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν.

Wednesday, February 13: Isa 13:9-13

9 Ἰδοὺ γὰρ ἡ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. 10 οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσιν, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. 11 καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. 12 καὶ ἔσονται οἱ καταλελιμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ. 13 ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου σαβαώθ, τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.

Thursday, February 14: Isa 13:14-18

14 καὶ ἔσονται οἱ καταλελιμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. 15 ὃς γὰρ ἐὰν ἁλῷ ἡττηθήσεται, καὶ ὅσοι συνηγμένοι εἰσὶν μαχαίρᾳ πεσοῦνται. 16 καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσιν, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.17 ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν. 18 τοξεύματα νεανίσκων συντρίψουσιν, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσουσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν.

Friday, February 15: Isa 13:19-22

19 καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα. 20 οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδὲ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ. 21 καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ πλησθήσονται οἰκίαι ἤχου· καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται, 22 καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 11 readings above, but in pdf form.

2 thoughts on “Greek Isaiah in a Year, Week 11=Isaiah 13

  1. Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)
    13:2 ἑαυτοῖς] αὐτοῖς
    μὴ φοβεῖσθε] omit B
    παρακαλεῖτε] παρακαλεῖσθε S
    13:3 ἐγώ, αὐτούς] ἐγὼ ἄγω αὐτούς S R; ἁγιάζω αὐτούς Z
    ἡγιασμένοι εἰσίν, ] omit B
    καὶ ἐγὼ ἄγω αὐτούς] omit B; καὶ ἐγὼ καλῶ αὐτούς Z
    13:4 ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία] omit S
    13:5 τοῦκαταφθεῖραι] καταφθεῖραι B
    τὴν οἰκουμένην ὅλην] πᾶσαν τὴν οἰκουμένην B
    13:6 ἡ] omit B
    13:8 καὶ ταραχθήσονται] ταραχθήσονται B
    13:9 ἡ] omit B
    ἀνίατος ἔρχεται] ἔρχεται ἀνίατος B
    οἰκουμένην] οἰκουμένην ὅλην S R Z
    13:10 κόσμος] οἴκος S
    13:12 ἐκ] ἐν B Z
    13:13 ἂν] ἐὰν S
    13:14 ἄνθρωπον] ἄνθρωπος B S
    αὐτοῦ] ἑαυτοῦ B
    διῶξαι] διώξεται B S
    13:15 ἐὰν] ἂν B S R
    ὅσοι] οἵτινες
    13:16 ἐνώπιον αὐτῶν ῥάξουσιν] ῥάξουσιν ἐνώπιον αὐτῶν B; ἐνώπιον αὐτῶν S
    καὶ τὰς οἰκίας αὐτῶν] omit S
    13:18 ἐλεήσουσιν] ἐλεήσωσιν B S R
    13:19 ὑπὸ] ἀπὸ B
    13:20 οὐδὲ μὴ 2x] οὐδʼ οὐ μὴ S
    διέλθωσιν] εἰσέλθωσιν εἰς S
    ἀναπαύσωνται] ἀναπαύσονται B S Z
    πλησθήσονται] ἐμπλησθήσονται αἱ

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s