Greek Isaiah in a Year, Week 12=Isaiah 14:1-27

This week in Greek Isaiah in a Year covers Isaiah 14:1-27.

Cretan, 1545 (Prophet Isaiah)
Cretan, 1545 (Prophet Isaiah)

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (As always, Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf in the public domain.) The full reading plan for our group is here (pdf).

Monday, February 18Isa 14:1-6

14 1 Καὶ ἐλεήσει Κύριος τὸν Ἰακώβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραήλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γειώρας προστεθήσεται πρὸς αὐτούς, καὶ προστεθήσεται ἐπὶ τὸν οἶκον Ἰακώβ, 2 καὶ λήμψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσιν, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ θεοῦ εἰς δούλους καὶ δούλας· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν.

3 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε ὁ θεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σοῦ καὶ τῆς δουλίας τῆς σκληρᾶς ἧς ἐδούλευσας αὐτοῖς. 4 καὶ λήμψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; 5 συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων· 6 πατάξας ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγὴν θυμοῦ ἣ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς.

Tuesday, February 19: Isa 14:7-11

7 πᾶσα ἡ γῆ βοᾷ μετʼ εὐφροσύνης, 8 καὶ τὰ ξὺλα τοῦ Λιβάνου ηὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου Ἀφʼ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. 9 ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. 10 πάντες ἀποκριθήσονται καὶ ἐροῦσίν σοι Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. 11 κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσιν σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.

Wednesday, February 20: Isa 14:12-16

12 πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. 13 σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν, 14 ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. 15 νῦν δὲ εἰς ᾅδου καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς. 16 οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς,

Thursday, February 21: Isa 14:17-23

17 ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, <καὶ τὰς πόλεις καθεῖλεν,> τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν. 18 πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἕκαστος ἐν τῷ οἴκῳ αὐτοῦ. 19 σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἐν αἵματι ἱμάτιον πεφυρμένον οὐκ ἔσται καθαρόν, 20 οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. 21 ἑτοίμασον σφαγῆναι τὰ τέκνα σου ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσιν τὴν γῆν πολέμων. 22 καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος σαβαώθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα· τάδε λέγει Κύριος. 23 καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ <βάραθρον> εἰς ἀπώλειαν.

Friday, February 22: Isa 14:24-27

24 Τάδε λέγει Κύριος σαβαώθ Ὃν τρόπον εἴρηκα οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι οὕτως μενεῖ, 25 τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου· καὶ ἔσονται ἐς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπʼ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται. 26 αὕτη ἡ βουλὴ ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ οὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης. 27 ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 12 readings above, but in pdf form.

7 thoughts on “Greek Isaiah in a Year, Week 12=Isaiah 14:1-27

  1. Typo in the Logos version of Ottley:
    14:26 οὕτη should be αὕτη

    Typo in the Logos edition of Ziegler:
    14:8 κόπων should be κόπτων

    Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)
    14:1 προστεθήσεται ἐπὶ ] προστεθήσεται πρὸς
    14:2 πληθυνθήσονται] πληθυνθήσονται οἶκος Ἰσραὴλ S
    τοῦ θεοῦ] omit B; τοῦ θεοῦ αὐτῶν S
    14:3 ἐν] omit B
    ὁ θεὸς] Κύριος B
    ἐκ] ἀπὸ B; omit S
    καὶ τῆς] τῆς B
    δουλίας] δουλείας σου
    14:4 βασιλέα] βασιλέα S
    ἐν τῇ ἡμέρᾳ ἐκείνῃ] omit B
    14:5 ὁ θεὸς] Κύριος B
    14:8 Λιβάνου] δρυμοῦ S
    ηὐφράνθησαν] εὐφράνθησαν B S R
    14:9 ἄρξαντες] ἄρχοντες S
    πάντας] πάντες S
    14:11 δὲ] omit B
    εὐφροσύνη σου] σου εὐφροσύνη R Z
    14:12 ὁ ἀποστέλλων] ἀποστέλλων S
    πρὸς] εἰς S
    14:13 διανοίᾳ] καρδίᾳ S
    ἄστρων] ἀστέρων B Z
    οὐρανοῦ] θεοῦ Z
    τὰ πρὸς] πρὸς S
    14:14 νεφελῶν] νεφῶν B
    14:15 ᾅδου] ᾅδην B
    14:16 θαυμάσουσιν] θαυμάσονται B
    14:17 πόλεις] πόλεις αὐτοῦ B
    14:18 ἕκαστος] ἄνθρωπος
    14:19 ἐν αἵματι ἱμάτιον] ἱμάτιον ἐν αἵματι
    14:21 σφαγῆναι τὰ τέκνα σου] τὰ τέκνα σου σφαγῆναι
    σου] αὐτῶν B
    κληρονομήσωσιν] κληρονομήσουσιν S
    πολέμων] πόλεων R
    14:22 τάδε λέγει Κύριος] τάδε λέγει Κύριος Σαβαώθ S
    14:23 οὐδέν] οὐθέν S
    14:25 ἀπὸ] ἐπὶ B; ἐκ S
    ἐς] εἰς
    ἀπʼ αὐτῶν] omit S
    14:26 ὑψηλὴ] ὑψώθη S
    τῆς οἰκουμένης] omit B
    14:27 ὁ ἅγιος] σαβαωθ Z
    χεῖρα] χεῖρα αὐτοῦ B

    1. Interestingly, I’ve noted (through 11-12 chapters, which I looked at closely) very few Ziegler typos in Logos, but quite a few in Accordance. There’s a Logos typo (and in Accordance) in the apparatus I at 13:4 and in 5:6 for both softwares…. are there other Logos typos in Ziegler of which you’re aware? I am keeping an Excel sheet for my own records that has Accordance and Logos typos, compared with what’s in the print edition.

  2. I often use the Report Typo function in Logos. I’ve gone through the Logos Ziegler Isaiah once already; I don’t know if that made a difference or not, but I think they’re pretty responsive to typo reports. Let’s see how long it takes for today’s report to result in a corrected resource.

    1. That’s good–I notice they update things a lot. I wish Accordance would go ahead and make their Ziegler update…I’ve reported more than a dozen corrections already…. have you used that module at all?

  3. I don’t have Ziegler Isaias in Accordance. Their GS modules are too expensive for too little additional functionality.

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s