Skip to content

Greek Isaiah in a Year, Week 3=Isaiah 2:16-3:21

December 16, 2012

isaiah lxx

We’re through two weeks of Greek Isaiah in a Year. The Facebook group continues to grow–now 175 readers. Anyone can still join. And some are reading apart from the Facebook group, too.

Tomorrow (Monday) begins week 3. Below is the schedule and text for Monday through Friday, using the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf, since it’s public domain.) The full reading plan is here (pdf).

Monday, December 17: Isaiah 2:16-21

16 καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους· 17 καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται ὕψος ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 18 καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, 19 εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. 20 τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησεν προσκυνεῖν, τοῖς ματαίοις καὶ ταῖς νυκτερίσιν, 21 τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

Tuesday, December 18: Isaiah 3:1-5

3 Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἰερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον.

Wednesday, December 19: Isaiah 3:6-10

ὅτι ἐπιλήμψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἑκείνῃ Οὐκ ἕσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. ὅτι ἀνεῖται Ἰερουσαλὴμ καὶ ἡ Ἰουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες· διότι νῦν ἐταπεινῶθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθʼ ἑαυτῶν, 10 εἴπαντες Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται.

Thursday, December 20: Isaiah 3:11-16

11 οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. 12 λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. 13 ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· 14 αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; 15 τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε;

16 Τάδε λέγει Κύριος Ἀνθʼ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιών, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι,

Friday, December 21: Isaiah 3:17-21

17 καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιών. καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν 18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τοὺς κόσμους αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους, 19 καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν, 20 καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης αὐτῶν, καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια, 21 καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα,

…with the conclusion to the sentence coming on the following Monday.

See here for more resources and links to texts for Greek Isaiah. Readings from week 1 are here, from week 2 are here.

13 Comments leave one →
  1. David Bradley permalink
    December 16, 2012 9:27 pm

    Couple blogging ?’s toanswer at your leisure… What app or program are you using to blog? Where do you get your illustrations?

    • December 16, 2012 9:28 pm

      Hey, David!

      1. Using WordPress.com. Pretty easy to use and figure out. I can give you any more details you want.
      2. This illustration was a screen shot from a public domain .pdf (title page). Otherwise, whatever is legal or not clearly copyrighted from Google Images.

  2. kmpenner permalink
    December 17, 2012 8:24 am

    Ottley’s variants against the other editions (A=Ottley; B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler):
    2:17 ὕψος] ὕβρις B
    2:20 τῇ ἡμέρᾳ] τῇ γὰρ ἡμέρᾳ B S R
    ἐποίησεν] ἐποίησαν
    3:1 ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἰερουσαλὴμ] ἀπὸ Ἰερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας B
    3:2 καὶ ἰσχύοντα] omit S
    3:9 ὅτι] διότι
    3:10 εἴπαντες] εἰπόντες
    3:12 τὴν] τὸν B R
    3:16 νεύμασιν] ἐν νεύμασιν B R
    3:17 ἀποκαλύψει] ἀνακαλύψει B S
    3:18 καὶ τοὺς κόσμους αὐτῶν καὶ] omit
    3:20 αὐτῶν] omit B R Z
    καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον] omit S
    καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους] καὶ τοὺς δακτυλίους καὶ τὰ περιδέξια B; omit S

  3. kmpenner permalink
    December 17, 2012 8:25 am

    3:18 καὶ τοὺς κόσμους αὐτῶν καὶ] should be omit B

Trackbacks

  1. Greek Isaiah in a Year: the reading plan, free online LXX texts, and more resources | Words on the Word
  2. Greek Isaiah in a Year, Week 4=Isaiah 3:22-5:16 | Words on the Word
  3. Greek Isaiah in a Year, Week 5=Isaiah 5:17-6:13 | Words on the Word
  4. Greek Isaiah in a Year, Week 6=Isaiah 7:1-25 | Words on the Word
  5. Greek Isaiah in a Year, Week 6=Isaiah 7:1-25 | Words on the Word
  6. Greek Isaiah in a Year, Week 8=Isaiah 9:1-10:4 | Words on the Word
  7. Greek Isaiah in a Year, Week 9=Isaiah 10:5-10:29 | Words on the Word
  8. Greek Isaiah in a Year, Week 10=Isaiah 10:30-Isaiah 12 | Words on the Word

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: