Greek Isaiah in a Year, Week 5=Isaiah 5:17-6:13

Isaiah Scroll

We are now in Week 5 of Greek Isaiah in a Year. Below is the schedule and text for Monday through Friday, using the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf, since it’s public domain.) The full reading plan for our group is here (pdf).

Monday, December 31: Isa 5:17-21

17 καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται.
18 Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, 19 οἱ λέγοντες Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἔλθοι ἡ βουλὴ τοῦ ἁγίου <Ἰσραήλ>, ἵνα γνῶμεν. 20 Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρὸν. 21 Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες.

Tuesday, January 1: Isa 5:22–26

22 Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν οἱ τὸν οἶνον πίνοντες καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σίκερα, 23 οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. 24 διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρός, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ <ἁγίου> Ἰσραὴλ παρώξυναν. 25 καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ εἰς τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλεν τὴν χεῖρα αὐτοῦ ἐπʼ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή. 26 τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοῖς ἀπʼ ἄκρου τῆς γῆς, καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται.

Wednesday, January 2: Isa 5:27–30

27 οὐ <πεινάσουσιν οὐδὲ> κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδε κοιμηθήσονται, οὐδʼ οὐ μὴ λύσουσιν τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδὲ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν· 28 ὧν τὰ βέλη ὀξεῖά ἐστιν καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα. οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα· ἐλογίσθησαν οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς. 29 ὁρμῶσιν ὡς λέοντες, καὶ παρεστήκασιν ὡς σκύμνος λέοντος· καὶ ἐπιλήμψεται, καὶ βοήσεται ὡς θηρίον, καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος. 30 καὶ βοήσεται διʼ αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς φωνὴ θαλάσσης κυμαινούσης· καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν.

Thursday, January 3: Isa 6:1–7

6 1 Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς ἴδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. 2 καὶ σεραφεὶν ἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶν κατεκάλυπτον τὸ πρόσωπον, καὶ ταῖς δυσὶν κατεκάλυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. 3 καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον Ἅγιος ἅγιος ἅγιος Κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. 4 καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. 5 καὶ εἶπα Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. 6 καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν σεραφείμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα πυρὸς ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, 7 καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.

Friday, January 4: Isa 6:8–13

8 καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα Ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με. 9 καὶ εἶπεν Πορεύθητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. 10 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 11 καὶ εἶπα Ἕως πότε, Κύριε; καὶ εἶπεν Ἕως ἂν ἐρημωθῶσιν πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. 12 καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τῆς γῆς, 13 καὶ ἔτι ἐπʼ αὐτῆς ἐστιν τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομήν, ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκσπασθῇ ἀπὸ τῆς θήκης αὐτῆς.

Happy New Year, and happy reading!

See here for more resources and links to texts for Greek Isaiah. Here are previous weeks’ readings: Week 1 / Week 2 / Week 3 / Week 4.

UPDATE: Here are the Week 5 readings above, but in pdf form.

10 thoughts on “Greek Isaiah in a Year, Week 5=Isaiah 5:17-6:13

  1. Variants against Ottley (A): B=Swete, S=Penner, R=Rahlfs, Z=Zeigler
    5:17 φάγονται] φάγωνται S
    5:19 ἴδωμεν] εἰδῶμεν B
    ἔλθοι] ἐλθέτω S Z; ἐλθάτω B R
    5:20 σκότος φῶς] φῶς σκότος S
    φῶς σκότος] σκότος φῶς S
    5:21 ἑαυτῶν] αὑτῶν B
    5:22 τὸν οἶνον, πίνοντες] πίνοντες τὸν οἶνον B
    5:25 ἐθυμώθη ὀργῇ] ὀργίσθη θυμῷ S
    εἰς] ἐπὶ
    χεῖρα αὐτοῦ] χεῖρα B
    παρωξύνθη] παροξύνθῃ S
    ἐν πᾶσι] καὶ ἐν πᾶσι B S R
    ἀλλʼ] αὐτοῦ, ἀλλὰ B
    5:26 αὐτοῖς] αὐτοὺς B
    5:27 οὐδʼ οὐ μὴ] οὐδὲ
    ῥαγῶσιν] παραγῶσιν S
    5:29 ὁρμῶσιν] ὀργιῶσιν B
    ὡς] ὡσεὶ S
    καὶ παρεστήκασιν] καὶ παρέστηκαν S R Z; παρέστηκαν B;
    ὡς] ὡσεὶ S
    σκύμνος] σκύμνοι B
    βοήσεται] βοήσει B S R
    ῥυόμενος] ῥυόμενος αὐτούς B S R
    5:30 βοήσεται] βοήσει B S R
    ἐν τῇ ἡμέρᾳ] τῇ ἡμέρᾳ B
    εἰς τὴν γῆν] εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν S
    6:1 ἴδον] εἶδον
    6:2 σεραφεὶν] σεραφεὶμ B; Σεραφιν R Z
    ἱστήκεισαν] εἱστήκεισαν
    καὶ ταῖς δυσὶν] ταῖς δὲ δυσὶν B
    ἐπέταντο] ἐπέτοντο S
    6:3 ἐκέκραγον] ἐκέκραγεν B
    6:4 ἐπλήσθη] ἐνεπλήσθη B
    6:5 εἶπα] εἶπον B
    κατανένυγμαι] κατανένυμαι S
    6:6 σεραφείμ] σαραφείν B S; σεραφιν R Z
    πυρὸς] omit
    6:7 σου] μου S
    6:8 εἰμι ἐγώ] ἐγώ εἰμι S
    6:9 Πορεύθητι] Πορεύου S
    βλέψετε] βλέψητε S
    ἴδητε] εἴδητε S
    6:10 ὠσὶν αὐτῶν] ὠσὶν S
    ἐπιστρέψωσιν] ἐπιστρέψουσιν S
    6:13 ἐκσπασθῇ] ἐκπέσῃ
    ἀπὸ] ἐκ B

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s