Greek Isaiah in a Year rolls on!
In this last week (week 7) we covered chapter 8. Note that 8:23 in the reading plan is actually 9:1 in the Göttingen and Ottley editions, but marked as 8:23 in the Hebrew Masoretic text, as well as Rahlfs. Note Ken Penner’s versification comparison chart here.
Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (As always, Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf in the public domain.) The full reading plan for our group is here (pdf).
Monday, January 21: Isa 9:1 MT=9:2 LXX – Isa 9:6 MT=9:7 LXX
2 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφʼ ὑμᾶς. 3 τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον εὐφραίνονται οἱ διαιρούμενοι σκῦλα. 4 διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπʼ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν Κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. 5 ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. 6 ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη <ἡμῖν>, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίαν αὐτῷ. 7 Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαυεὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.
Tuesday, January 22: Isa 9:7-10 (=9:8-11)
8 Θάνατον ἀπέστειλεν Κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. 9 καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφράιμ, καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφʼ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, λέγοντες 10 Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. 11 καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπʼ ὄρους Σιὼν ἐπʼ αὐτούς, καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει,
Wednesday, January 23: Isa 9:11-15 (=9:12-16)
12 Συρίαν ἀφʼ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφʼ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή. 13 καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν. 14 Καὶ ἀφεῖλεν Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μίᾳ ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή, 15 καὶ προφήτην διδάσκοντα ἄνομα, οὗτος ἡ οὐρά. 16 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς.
Thursday, January 24: Isa 9:16–20 (=9:17-21)
17 διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους οὐκ εὐφρανθήσεται ὁ θεός, καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει· ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή. 18 Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσιν τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα· 19 διὰ θυμὸν ὀργῆς Κυρίου συγκαυθήσεται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, 20 ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ, ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος [τοῦ ἀδελφοῦ] αὐτοῦ. 21 φάγεται γὰρ Μαννασσὴ τοῦ Ἐφράιμ, καὶ Ἐφράιμ τοῦ Μαννασσή, ὅτι ἅμα πολιορκήσουσιν τὸν Ἰούδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή.
Friday, January 25: Isa 10:1-4
10 1 Οὐαὶ τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν, 2 ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγήν, καὶ ὀρφανὸν εἰς προνομήν. 3 καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ ἐπισκοπῆς; ἡ γὰρ θλίψις ὑμῖν πόρρωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, 4 τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή.
See here for more resources and links to texts for Greek Isaiah. Here are previous weeks’ readings: Week 1 / Week 2 / Week 3 / Week 4 / Week 5 / Week 6 / Week 7
And here are the Week 8 readings above, but in pdf form.
Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)
9:2 καθήμενος] πορευόμενος
καὶ] omit B S
9:3 εὐφραίνονται] omit B R Z
9:4 ἀφαιρεθήσεται] ἀφῄρηται B S R
Κύριος] omit B
9:5 ἀποτίσουσιν] ἀποτείσουσιν S R Z
ἐγενήθησαν] ἐγένοντο B
9:6 ἐγενήθη] ἐγεννήθη
καὶ ἐδόθη] ἐδόθη B
] ἡμῖν B R Z; ὑμῖν S
καλέσει] καλεῖται
θαυμαστὸς σύμβουλος, ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος] omit
ἐγὼ γὰρ ἄξω] ἄξω γὰρ B
εἰρήνην] omit B S
ὑγίαν] ὑγείαν
9:7 αὐτῆς] omit B S
δικαιοσύνῃ καὶ ἐν κρίματι] κρίματι καὶ ἐν δικαιοσύνῃ B
εἰς τὸν αἰῶνα] ἕως τοῦ αἰῶνος S
χρόνον] omit B S
9:8 Θάνατον] Λόγον S
9:9 ἐγκαθήμενοι] καθήμενοι B S
ἐφʼ] ἐν S
9:10 λίθους] λίθου B
ἐκκόψωμεν] κόψωμεν B; ἐκκόψομεν S
κέδρους, καὶ] omit S
9:11 ἐπανιστανομένους] ἐπανισταμένους B
ἐπʼ ὄρους Σιὼν ἐπʼ αὐτούς] ἐπὶ ὄρος Σειὼν ἐπʼ αὐτόν B | ἐπὶ Ἰερουσαλήμ, ἐπʼ ὄρος Σιὼν S | ἐπʼ ὄρος Σιων ἐπʼ αὐτοὺς R Z
αὐτῶν] omit B Z
9:12 στόματι] στόματι αὐτῶν S
9:13 ἀπεστράφη] ἐπεστράφη B
ἐξεζήτησαν] ἐζήτησαν B S
9:16 καταπίωσιν] καταπίνωσιν B S
9:17 νεανίσκους] νεανικοὺς αὐτῶν S | νεανίσκους αὐτῶν B R Z
θεός] κύριος B
9:19 συγκαυθήσεται] συγκέκαυται
9:20 τοῦ ἀδελφοῦ] omit
9:21 τούτοις πᾶσιν] πᾶσιν τούτοις S
10:1 πονηρίαν] πόνον Z
10:2 καὶ ἁρπάζοντες] ἁρπάζοντες B R Z
αὐτοῖς] αὐτοὺς S
10:3 ἐν τῇ] τῇ B S
ἐπισκοπῆς] τῆς ἐπισκοπῆς
ὑμῖν ὑμῶν] S
καταφεύξε καὶ πρὸς τίνα] omit S
10:4 ἐπαγωγήν] ἀπαγωγήν B
καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται] omit
τούτοις πᾶσιν] πᾶσι τούτοις B S R
ὁ θυμός] ἡ ὀργή B