
This week in Greek Isaiah in a Year covers Isaiah 10:5-29.
Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (As always, Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf in the public domain.) The full reading plan for our group is here (pdf).
Monday, January 28: Isa 10:5-9
5 Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐν ταῖς χερσὶν αὐτῶν. 6 τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστέλλω, καὶ τῷ ἐμῷ λαῷ συντάξω τοῦ ποιῆσαι σκῦλα καὶ προνομήν, καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. 7 αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολεθρεῦσαι ἔθνη οὐκ ὀλίγα. 8 καὶ ἐὰν εἴπωσιν αὐτῷ Σὺ μόνος εἶ ἄρχων, 9 καὶ ἐρεῖ Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννή, οὗ ὁ πύργος ᾠκοδομήθη; καὶ ἔλαβον Ἀραβείαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν·
Tuesday, January 29: Isa 10:10-14
10 ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου, καὶ πάσας τὰς χώρας λήμψομαι. ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἰερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ· 11 ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις <αὐτῆς,> οὕτως ποιήσω καὶ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. 12 Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἰερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. 13 εἶπεν γὰρ Τῇ ἰσχύι ποιήσω, καὶ <τῇ σοφίᾳ τῆς συνέσεως> ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· 14 καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς καταλελιμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι.
Wednesday, January 30: Isa 10:15-19
15 Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ἢ ξύλον, καὶ οὐχ οὕτως; 16 ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται· 17 καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ ἁγιάσει αὐτὸ ἐν πυρὶ καιομένῳ, καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην. 18 τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ δρυμοὶ καὶ οἱ βουνοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· 19 καὶ οἱ καταλειφθέντες ἀπʼ αὐτῶν ἔσονται ἀριθμός, καὶ παιδίον γράψει αὐτούς.
Thursday, January 31: Isa 10:20-24
20 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλʼ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. 21 καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ θεὸν ἰσχύοντα. 22 καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, 23 ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. 24 Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς σαβαώθ Μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιών, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σέ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.
Friday, February 1: Isa 10:25-29
25 ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν· 26 καὶ ἐπεγερεῖ ὁ θεὸς ἐπʼ αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως, καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατʼ Αἴγυπτον. 27 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν. 28 ἥξει γὰρ εἰς τὴν πόλιν Ἀγγαί, 29 καὶ παρελεύσεται εἰς Μαγεδδώ, καὶ ἐν Μαχμὰς θήσει τὰ σκεύη αὐτοῦ· καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Ἀγγαί, φόβος λήμψεται Ῥαμὰ πόλιν Σαούλ. φεύξεται ….
See here for more resources and links to texts for Greek Isaiah. Here are previous weeks’ readings: Week 1 / Week 2 / Week 3 / Week 4 / Week 5 / Week 6 / Week 7 / Week 8
And here are the Week 9 readings above, but in pdf form.
Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)
10:5 ὀργῆς] ὀργῆς ἐστιν S R Z; ἡ ὀργή ἐστιν B
10:6 ἀποστέλλω] ἀποστελῶ B R Z; ἀποστρέψω S
τοῦ] omit B R
10:7 ἀπαλλάξει] ἀπαλλάξαι Z
τοῦ ἐξολεθρεῦσαι ἔθνη] τοῦ ἔθνη ἐξολοθρεῦσαι B R; ἔθνη ἐξολεθρεῦσαι S
10:10 ἐν τῇ χειρί μου] omit B Z
χώρας] ἀρχὰς B R
10:11 Ἰερουσαλὴμ] ἐν Ἰερουσαλὴμ S
10:12 ἐν Ἰερουσαλήμ] Ἰερουσαλήμ B S
τὸν ἄρχοντα] ἐπὶ τὸν ἄρχοντα B
αὐτοῦ] αὐτῶν S
10:13 τῇ σοφίᾳ] ἐν τῇ σοφίᾳ B
10:14 μου] omit
10:15 ὡσαύτως ἐάν] ὡς ἄν B
10:16 ἀποστελεῖ] ἀποστείλῃ S
10:17 ὡς] εἰς
αὐτὸ] αὐτὸν
χόρτον] χόρτος S
10:18 δρυμοὶ] βουνοὶ
βουνοί] δρυμοί
φεύγων] φεύων S
10:22 κατάλειμμα] κατάλειμμα αὐτῶν B S R
10:23 ὁ θεὸς] Κύριος B
10:24 ὁ θεὸς] omit B R Z
πληγὴν] πλὴν S
ἐπάγω] ἐγὼ ἐπάγω S R Z
10:26 ἐπεγερεῖ] ἐγερεῖ B
ὁ θεὸς ἐπʼ αὐτοὺς] αὐτοὺς ὁ θεὸς S
10:27 φόβος]ζυγὸς B
ἀπὸ σου] ἀπὸ τοῦ ὤμου σου B
ζυγὸς] φόβος B
ἀπὸ τοῦ ὤμου σου] ἀπὸ σου B
καταφθαρήσεται ὁ ζυγὸς] καταφθαρήσεται ὁ ζυγὸς αὐτῶν S
10:29 αὐτοῦ] αὐτῶν S
Thanks as always, Ken!