Greek Isaiah in a Year, Week 21=Isaiah 27:1-28:13

This week in Greek Isaiah in a Year covers Isaiah 27:1-28:13.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, April 22Isa 27:1-6

27 Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν, καὶ ἀνελεῖ τὸν δράκοντα. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός· ἐπιθύμημα ἐξάρχειν κατʼ αὐτῆς. ἐγὼ πόλις ἰσχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος. καὶ οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. τοίνυν διὰ τοῦτο ἐποίησεν Κύριος ὁ θεὸς πάντα ὅσα συνέταξεν. κατακέκαυμαι, βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην. οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.

Tuesday, April 23Isa 27:7-9

μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶ πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.

Wednesday, April 24Isa 27:10-13

10 τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελιμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται. 11 μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι. γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσει. 12 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων· ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατʼ ἕνα ἕνα. 13 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν ἐν τῇ σάλπιγγι τῇ μεγαλῇ, καὶ ἥξουσιν οἱ <ἀπολόμενοι> ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἰερουσαλήμ.

Thursday, April 25Isa 28:1-6

28 Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφράιμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέως, οἱ μεθύοντες ἄνευ οἴνου. ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου, ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυσιν· ταῖς χερσίν, καὶ τοῖς ποσὶν καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφράιμ. καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπʼ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτό, πρὶν ἤ εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν. τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης, τῷ καταλειφθέντι μου λαῷ· καὶ καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν.

Friday, April 26: Isa 28:7-13

οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα, ἐπλανήθησαν· τοῦτό ἐστιν φάντασμα. ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας. τίνι ἀνηγγείλαμεν κακά, καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ. 10 θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπʼ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, 11 διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας· ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ, 12 λέγοντες αὐτῷ Τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὐκ ἠθέλησαν ἀκούειν. 13 καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ θεοῦ θλίψις ἐπὶ θλίψιν, ἐλπὶς ἐπʼ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευθῶσιν καὶ πέσωσιν εἰς τὰ ὀπίσω, καὶ κινδυνεύσουσι καὶ συντριβήσονται καὶ ἁλώσονται.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 21 readings above, in pdf form.

2 thoughts on “Greek Isaiah in a Year, Week 21=Isaiah 27:1-28:13

  1. Typo in the Logos edition of Ottley:
    27:7 οὕτων should be οὕτως

    Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)

    27:1 ὁ θεὸς] Κύριος S
    καὶ ἀνελεῖ] ἀνελεῖ B
    δράκοντα] δράκοντα τὸν ἐν τῇ θαλάσσῃ S
    27:3 ἰσχυρά] ὀχυρά B
    τὸ τεῖχος] τεῖχος B
    27:4 καὶ] omit
    27:5 αὐτῷ, ποιήσωμεν εἰρήνην] omit B
    27:6 ἐμπλησθήσεται] πλησθήσεται B
    27:7 οὕτως] οὗτος S
    27:8 μαχόμενος] μαχόμενιος S
    ἐξαποστελεῖ] ἐξαποστέλλει S
    27:9 θῶ] θῶσιν
    27:11 μετὰ] καὶ μετὰ B R Z; μετὰ πολὺ S
    οἰκτειρήσῃ] οἰκτιρήσει S
    ἐλεήσει] ἐλεήσῃ
    27:12 συμφράξει] συνταράξει S
    Κύριος] ὁ θεὸς B
    διώρυγος] διώρυχος B
    κατʼ ἕνα ἕνα] omit B
    27:13 ἐν τῇ σάλπιγγι] τῇ σάλπιγγι
    ἅγιον ἐν] ἅγιον B; ἐν ἅγιον Z
    28:1 παχέως] παχέος
    28:2 σκληρὸν] σκληρὸν παρὰ Κυρίου S
    καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ] omit S
    ἀνάπαυσιν] ἀνάπαυμα B; ἀνάπαυσιν καὶ S
    28:3 ποσὶν] ποσὶν καὶ S Z
    τοῦ] omit B S Z
    28:4 δόξης] ζωῆς B
    ἤ] omit B
    28:4 λαβεῖν] λαβεῖν αὐτό B S
    28:5 πλακεὶς] πλεκεὶς B
    μου λαῷ] τοῦ λαοῦ B S
    28:6 καὶ καταλειφθήσονται] καταλειφθήσονται B R Z; καταλειφθήσεται S
    28:7 πεπλανημένοι] πεπλημμελημένοι B
    τὸν οἶνον] τὸ σίκερα, κατεπόθησαν διὰ τὸν οἶνον B
    φάντασμα] φάσμα
    28:8 αὕτη γὰρ ἡ βουλὴ] omit S
    28:9 ἀπεσπασμένοι] ἀποσπασμένοι B S
    28:12 αὐτῷ] αὐτοῖς B S
    ἠθέλησαν] ἠθέλαν S
    28:13 τοῦ θεοῦ] omit B
    ἐλπίδι] ἐλπίδα S
    πορευθῶσιν] πορεύσωσιν B
    εἰς τὰ] omit B
    κινδυνεύσουσι] συντριβήσονται B; κινδυνεύσωσιν S
    συντριβήσονται] κινδυνεύσουσιν B

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s