Skip to content

Greek Isaiah in a Year, Week 25=Isaiah 31:5-32:20

May 20, 2013

isaiah lxx

This week in Greek Isaiah in a Year covers Isaiah 31:5-32:20.

Here are the schedule and text for Monday through Friday, using the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, May 20: Isa 31:5–9

5 ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος ὑπὲρ Ἰερουσαλὴμ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει. 6 ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευσάμενοι καὶ ἄνομον. 7 ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνηθήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν. 8 καὶ πεσεῖται Ἀσσούρ· οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου διώκοντος· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, 9 πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται. Τάδε λέγει Κύριος Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ.

Tuesday, May 21Isa 32:1–4

32 1 Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν· 2 καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους τούτους, καὶ κρυβήσεται ὡς ἀφʼ ὕδατος φερομένου· καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. 3 καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπʼ ἀνθρώποις, ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν· 4 καὶ ἡ καρδία τῶν ἀσθενῶν προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην·

Wednesday, May 22Isa 32:5–8

5 καὶ οὐκέτι οὐ μὴ εἴπωσιν τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι οὐ μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα. 6 ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτῶν μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν, τοῦ διαφθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. 7 ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύεται, καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λογισμοὺς ταπεινῶν ἐν κρίσει. 8 οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεῖ.

Thursday, May 23Isa 32:9–14

9 Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες ἐν ἐλπίδι, ἀκούσατε τοὺς λόγους μου. 10 ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετὰ ἐλπίδος· ἀνήλωται ὁ τρυγητός, πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλθῃ. 11 ἔκστητε, λυπήθητε αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε σάκκους τὰς ὀσφύας, 12 καὶ ἐπὶ τῶν μασθῶν κόπτεσθε, περὶ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γενήματος. 13 ἡ γῆ τοῦ λαοῦ μου, ἄκανθα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται· πόλις πλουσία, 14 οἶκοι ἐγκαταλελιμμένοι, πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμήτους ἀφήσουσιν· καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων,

Friday, May 24: 32:15–20

15 ἕως ἂν ἐπέλθῃ ἐφʼ ὑμᾶς πνεῦμα ἀφʼ ὑψηλοῦ. καὶ ἔσται ἔρημος ὁ Χερμέλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. 16 καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει· 17 καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἔσονται ἕως τοῦ αἰῶνος· 18 καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης, καὶ ἐνοικήσει πεποιθώς, καὶ ἀναπαύσονται μετὰ πλούτου. 19 ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφʼ ὑμᾶς ἥξει. καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇ. 20 μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.

That takes us through 32 chapters so far. See here for more resources and links to texts for Greek Isaiah.

No comments yet

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: