This week in Greek Isaiah in a Year covers/covered Isaiah 33 (which is 24 verses). Here are the readings for each day:
Mon., 5/27/13: Isa 33:1–4
Tues., 5/28/13: Isa 33:5–9
Wed., 5/29/13: Isa 33:10–14
Thurs., 5/30/13: Isa 33:15–19
Fri., 5/31/13: Isa 33:20–24
Below is the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).
33 1 Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμῖν οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηθήσονται. 2 Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν, ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. 3 διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου καὶ διεσπάρησαν τὰ ἔθνη. 4 νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν ἀπὸ μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξονται ὑμῖν. 5 ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. 6 ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον· οὗτοί εἰσιν θησαυροὶ δικαιοσύνης. 7 Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, φοβηθήσονται ἀφʼ ὑμῶν· ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην, πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην. 8 ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται γὰρ ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους. 9 ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών· φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. 10 νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. 11 νῦν ὄψεσθε, νῦν αἰσχυνθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ ὑμᾶς κατέδεται, 12 καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη. 13 Ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. 14 ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήμψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; 15 πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν, 16 οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ὀχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. 17 βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν· 18 ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον Κυρίου. ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς συστρεφομένους; 19 μικρὸν καὶ μέγαν λαόν, ᾧ οὐ συνεβούλευσαν, οὐδὲ ᾔδει· βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι· λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις. 20 ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἰερουσαλήμ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδʼ οὐ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν· 21 ὅτι τὸ ὄνομα Κυρίου μέγα ἐστίν. τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον. 22 ὁ γὰρ θεός μου μέγας ἐστίν· οὐ παρελεύσεταί με, Κύριος πατήρ, Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει. 23 ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν. 24 καὶ οὐ μὴ εἴπῃ Κοπιῶ ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία.
See here for more resources and links to texts for Greek Isaiah.
Typo in the Logos edition of Ottley:
33:8 λογίσησε should be λογίσησθε
Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)
33:1 οὐδεὶς] γὰρ οὐδεὶς S
ὑμῖν] ὑμᾶς
ἱματίου] ἱματίῳ S
ἡττηθήσονται] ἡττήσονται B
33:3 σου ἐξέστησαν] ἐξέστησαν B
33:4 ὑμῶν] ἡμῶν S
ἀπὸ] omit
ἀκρίδας] ἀκρίδα B
ἐμπαίξονται] ἐμπαίξουσιν
33:5 ὑψηλοῖς] ὑψηλῷ B
δικαιοσύνης] δικαιοσύνῃ B
33:6 ἐκεῖ] ἥκει B
33:7 αὐτοὶ] οὗτοι B
φοβηθήσονται] βοήσονται B S
γὰρ] omit B
ἀξιοῦντες εἰρήνην] B S
33:8 γὰρ] omit
λογίσησθε] λογισθήσεσθε B
33:9 ὁ Σαρών] ἄσαρων S
Κάρμηλος] Χερμέλ B
33:11 αἰσχυνθήσεσθε] αἰσθηθήσεσθε
ὑμᾶς κατέδεται] κατέδεται ὑμᾶς B
33:12 ἐρριμμένη] ἐρρισμμένη S
33:14 καίεται] καὶ ἔσται S
33:15 πορευόμενος ] πορευόμενος ἄμωμος S
ἀπὸ] καὶ ἀπὸ S
33:16 οἰκήσει] οἰκήσῃ S
ὀχυρᾶς] ἰσχυρᾶς
33:17 καὶ] omit B S
33:18 ὑμῶν] ἡμῶν B S
Κυρίου]
συστρεφομένους] τρεφομένους B R
33:19 συνεβούλευσαν] συνεβουλεύσατο
33:20 οὐδʼ οὐ] οὐδὲ
33:21 ἐστίν] ὑμῖν
διώρυγες] διώρυχες B
33:22 μέγας] Μέγαρ S
Κύριος πατήρ] omit
33:23 ἐνίσχυσεν] ἐνίσχυσαν B
33:24 εἴπῃ] εἴπωσιν B
Κοπιῶ ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς ] Ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς κοπιῶ S
ὁ ἐνοικῶν] ἐνοικῶν B