Skip to content

Greek Isaiah in a Year, Week 27=Isaiah 34:1-35:5

June 4, 2013

Prophet IsaiahThis week in Greek Isaiah in a Year covers Isaiah 34:1-35:5. Here are the readings for each day:

Monday, June 03, 2013=Isa 34:1–4

Tuesday, June 04, 2013=Isa 34:5–8

Wednesday, June 05, 2013=Isa 34:9–12

Thursday, June 06, 2013=Isa 34:13–17

Friday, June 07, 2013=Isa 35:1–5

Below is the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

34 1 Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. 2 διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. 3 οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. 4 καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. 5 ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. 6 ἡ μάχαιρα Κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν. ὅτι θυσία Κυρίῳ ἐν γῇ Βόσορ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαία, 7 καὶ συνπεσοῦνται οἱ ἁδροὶ μετʼ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται. 8 ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών. 9 καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον· καὶ ἔσται αὐτῆς ἡ γῆ καιομένη ὡς πίσσα 10 νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, εἰς γενεὰς ἐρημωθήσεται. 11 καὶ κατοικήσονται ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες· καὶ ἐπιβληθήσεται ἐπʼ αὐτῇ σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. 12 οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς αὐτῆς καὶ οἱ ἄρχοντες αὐτῆς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. 13 καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἄκανθα, καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἐπαύλεις σειρήνων καὶ αὐλὴ στρουθῶν· 14 καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις, καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν. 15 ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ ἔλαφοι συνήντησαν καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων· 16 ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐξεζήτησαν, ὅτι Κύριος ἐνετείλατο αὐτοῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. 17 καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσθαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσατε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπʼ αὐτῆς.

35 1 Εὐφράνθητι, ἔρημος ἡ διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, 2 καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ. 3 ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα. 4 παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδώσει καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. 5 τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται.

See here for more resources and links to texts for Greek Isaiah.

One Comment leave one →
  1. kmpenner permalink
    June 4, 2013 7:41 am

    Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)

    34:1 ἐνοικοῦντες] omit
    ἡ οἰκουμένη] οἰκοῦντες S
    34:4 ἑλιγήσεται] τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ ἑλιγήσεται B
    ὁ οὐρανός ὡς βιβλίον] ὡς βιβλίον ὁ οὐρανός B
    34:5 ἡ μάχαιρὰ μου ἐν τῷ οὐρανῷ] ἐν τῷ οὐρανῷ ἡ μάχαιρὰ μου B
    ἀπωλείας] γῆς S
    34:6 κυρίου] τοῦ κυρίου B
    ἀρνῶν] ἀπὸ αἵματος τράγων καὶ ἀμνῶν B
    κυρίῳ] τῷ κυρίῳ B Z
    γῇ] omit
    34:9 αὐτῆςἡ γῆ καιομένη ὡς πίσσα ] ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη B
    34:10 γενεὰς ] γενεὰς αὐτῆς B
    ἐρημωθήσεται ] ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν B R Z; καὶ εἰς χρόνον πολὺν ἐρημωθήσεται S
    34:11 καὶ κατοικήσονται ἐν αὐτῇὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες] ὄρνεα καὶ ἐχῖνοι καὶ εἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ B
    κατοικήσονται] κατοικήσουσιν
    αὐτῇ] αὐτὴν
    βασιλεῖς αὐτῆς] βασιλεῖς B S
    34:12 ἄρχοντες αὐτῆς καὶ οἱ μεγιστᾶνες αὐτῆς] μεγιστᾶνες αὐτῆς B; ἄρχοντες αὐτῆς S
    34:13 ἄκανθα] ἀκάνθινα ξύλα
    ἐπαύλεις] ἔπαυλις S R Z
    34:14 βοήσονται] βοήσουσιν
    εὗρον γὰρ] εὑρόντες B
    34:15 ἔλαφοι συνήντησαν] συνήντησαν ἔλαφοι B
    ἴδον] εἶδον
    34:16 ἐξεζήτησαν] ἐζήτησαν
    ἐνετείλατο αὐτοῖς] αὐτοῖς ἐνετείλατο B S
    καὶ τὸ] omit S
    αὐτάς] αὐτά B S
    34:17 κληρονομήσατε, εἰς] κληρονομήσετε
    35:1 ἡ] omit
    omit
    35:2 καὶ ἡ δόξα] ἡ δόξα B
    Καρμήλου] καμήλου S
    35:4 ἀνταποδώσει] ἀνταποδίδωσιν

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: