Skip to content

Greek Isaiah in a Year, Week 29=Isaiah 37:1-25

June 17, 2013

Prophet IsaiahThis week in Greek Isaiah in a Year covers Isaiah 37:1-25. Here are the readings for each day:

isa 37.1-25

Below is the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

37 1 Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἑζεκίαν, ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου. 2 Καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σόμναν τὸν γραμματέα <καὶ> τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἠσαίαν υἱὸν Ἀμὼς τὸν προφήτην· 3 καὶ εἶπαν αὐτῷ Τάδε λέγει Ἑζεκίας Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. 4 εἰσακούσαι Κύριος ὁ θεὸς τοὺς λόγους Ῥαψάκου οὓς ἀπέστειλεν αὐτὸν βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσεν Κύριος ὁ θεός σου· <καὶ δεηθήσῃ πρὸς Κύριόν σου> περὶ τῶν καταλελιμμένων τούτων. 5 καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως πρὸς Ἠσαίαν, 6 καὶ εἶπεν αὐτοῖς Ἠσαίας Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει Κύριος Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων. 7 ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. 8 Καὶ ἀπέστρεψεν Ῥαψάκης, καὶ κατέλαβεν πολιορκοῦντα τὸν βασιλέα Λόβνα· καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων 9 ὅτι ἐξῆλθεν Θαράθα βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἑζεκίαν λέγων 10 Οὕτως ἐρεῖτε Ἑζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας Μή σε ἀπατάτω ὁ θεός σου, ἐφʼ ᾧ σὺ πεποιθὼς εἶ ἐπʼ αὐτῷ, λέγων Οὐ μὴ παραδοθῇ Ἰερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. 11 ἢ οὐκ ἢκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν, ὡς ἀπώλεσαν; 12 μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γωζὰν καὶ Χαρρὰν καὶ Ῥάφεις, αἵ εἰσιν ἐν χώρᾳ Θαιμάδ; 13 ποῦ εἰσιν οἱ βασιλεῖς Ἁμὰρ καὶ Ἀρφάθ; καὶ πόλεως Σεπφαρείμ, Ἁνά, Ἐγγουγαυά; 14 καὶ ἔλαβεν Ἑζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου. 15 καὶ προσηύξατο Ἑζεκίας πρὸς Κύριον λέγων 16 Κύριε σαβαὼθ ὁ θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν χερουβείμ, σὺ θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 17 εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους οὓς ἀπέστειλεν Σενναχηρεὶμ ὀνειδίζειν θεὸν ζῶντα. 18 ἐπʼ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῷν, 19 καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ, οὐ γὰρ θεοὶ ἦσαν ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι· καὶ ἀπώλεσαν αὐτούς. 20 σὺ δὲ Κύριος ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ θεὸς μόνος. 21 Καὶ ἀπεστάλη Ἠσαίας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν καὶ εἶπεν αὐτῷ Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἤκουσα ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων. 22 οὗτος ὁ λόγος ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ θεός Ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ἰερουσαλήμ. 23 τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ; 24 ὅτι διʼ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας Τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ, 25 καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.

See here for more resources and links to texts for Greek Isaiah.

One Comment leave one →
  1. kmpenner permalink
    June 18, 2013 9:59 am

    Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)
    37:1 σάκκον περιεβάλετο] περιεβάλετο σάκκον B
    37:4 τοὺς] σου τοὺς
    αὐτὸν] omit
    πρὸς Κύριόν σου] πρὸς Κύριόν τὸν θεόν σου S R Z
    37:5 βασιλέως] βασιλέως Ἑζεκίου B S
    37:6 Ἠσαίας ] Ἠσαίας υἱὸς Ἀμώς S
    οὓς] ὧν S
    37:7 ἐμβαλῶ] ἐμβάλλω B S
    37:8 πολιορκοῦντα τὸν βασιλέα] τὸν βασιλέα Ἀσσυρίων πολιορκοῦντα B
    Λόβνα] Λόμναν S R; Λόβναν B; Λομνα Z
    καὶ ἤκουσεν] omit Z
    βασιλεὺς Ἀσσυρίων] omit Z; ὅτι ἀπῆρεν ἀπὸ Λαχείς B
    37:9 ὅτι] καὶ B Z
    ἐξῆλθεν] ἤκουσε Z
    Θαράθα] Θαράκα B R; omit Z
    39:10 σὺ] omit
    πεποιθὼς] πέποιθας B
    εἶ] ἧς S; omit B
    εἰς χεῖρας] ἐν χειρὶ B
    βασιλέως Ἀσσυρίων] βασιλέων S
    37:11 ἢ] σὺ B
    ἀπώλεσαν] ἀπώλεσαν, καὶ σὺ ῥυσθήσῃ B
    37:12 μὴ] καὶ μὴ S
    οἱ πατέρες μου ἀπώλεσαν] ἀπώλεσαν οἱ πατέρες μου B
    Ῥάφεις] Ῥάφεθ B
    Θαιμάδ] Θελσαδ Z; Θεεμάθ B; Θεμά S; Θεμαδ R
    37:13 οἱ] omit B
    Ἁμὰρ] Ἑμὰθ B Z; Αιμαθ R
    Ἀρφάθ] ποῦ Ἀρφάθ B; Αρφαδ Z
    πόλεως] ποῦ πόλεως B
    Σεπφαρείμ] Ἐμφαρίν S; Ἐπφαρουαίμ B
    Ἁνά] Ἀνάγ
    Ἐγγουγαυά] Οὐγαυά
    37:14 ἀγγέλων] ἀγγέλων καὶ ἀνεγνοι αὐτὸ καὶ ἀνέβη εἰς οἴκον Κυρίου B S
    37:16 Κύριε] Κύριος B
    ὁ θεὸς] θεὸς S
    χερουβείμ] χερουβείν
    σὺ θεὸς μόνος εἶ] σὺ εἶ ὁ θεὸς μόνος B
    37:17 εἰσάκουσον Κύριε] κλῖνον, Κύριε, τὸ οὖς σου, εἰσάκουσον Κύριε• ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου B
    οὓς ἀπέστειλεν Σενναχηρεὶμ] Σενναχηρεὶμ οὓς ἀπέστειλεν B
    37:19 ἀπώλεσαν] ἀπώσαντο B
    37:20 σὺ] νῦν B
    Κύριος] Κύριε
    αὐτῶν] αὐτοῦ B S
    τῆς γῆς] τῆν γῆν S
    σὺ εἶ] σοι S; σὺ εἶ ὁ B R Z
    37:23 εἰς] πρὸς B

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: