Skip to content

Greek Isaiah in a Year, Week 2=Isaiah 1:26-2:15 (with text)

December 9, 2012

Isaiah 2:1-2

We had an active set of discussions during the first week of Greek Isaiah in a Year. We’re now up to 163 members in the Facebook group, which anyone can still join. A few folks have blogged about their reading, too (links forthcoming). Scroll through the Facebook group to see the kinds of things we’re talking about. Lots of great questions and comments already.

Tomorrow (Monday) begins week 2. Below is the schedule and text for the week, using again R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (Find Ottley here on Amazon, here in Logos, and here as a free, downloadable pdf, since it’s public domain.)

Note that this week has a light day, with just two verses on Tuesday.

Monday, December 10: Isaiah 1:26-31

26 καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπʼ ἀρχῆς· καὶ μετὰ ταῦτα κληθήσῃ Πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών. 27 μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης. 28 καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν κύριον συντελεσθήσονται· 29 διότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπαισχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν ἃ ἐπεθύμησαν. 30 ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· 31 καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.

Tuesday, December 11: Isaiah 2:1-2

2 Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἠσαίαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἰερουσαλήμ.

Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπʼ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπʼ αὐτὸ πάντα τὰ ἔθνη.

Wednesday, December 12: Isaiah 2:3-5

καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σειὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἰερουσαλήμ· καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήμψεται ἔτι ἔθνος ἐπʼ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε πορευθῶμεν τῷ φωτὶ Κυρίου.

Thursday, December 13: Isaiah 2:6-10

ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ· ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπʼ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς. ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ αὐτῶν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς. 10 καὶ νῦν εἰσέλθατε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

Friday, December 14: Isaiah 2:11-15

11 οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 12 ἡμέρα γὰρ Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται, 13 καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν, 14 καὶ ἐπὶ πᾶν ὄρος, καὶ ἐπὶ πάντα βουνὸν ὑψηλόν, 15 καὶ ἐπὶ πάντα πύργον ὑψηλόν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν,

And… we’ll have to wait for that sentence in 2:15 to finish next week.

See here for more resources and links to texts for Greek Isaiah. Readings from week 1 are here.

11 Comments leave one →
  1. December 10, 2012 8:56 am

    Variants against the editions:
    1:29 ‌καταισχυνθήσονται] αἰσχυνθήσονται R
    ἐπὶ τοῖς εἰδώλοις] ἀπὸ τῶν εἰδώλων Swete
    ἐπαισχυνθήσονται‌] ἐπῃσχύνθησαν RZ ᾐσχύνθησαν Swete
    αὐτῶν ἃ] ἃ Swete
    1:31 πυρός] om. Swete
    2:2 τοῦ‌ Κυρίου] Κυρίου R Swete
    ἄκρων] ἄκρου Swete
    2:3 Δεῦτε] Δεῦτε ‌καὶ‌ R Swete
    τοῦ Κυρίου] Κυρίου
    2:4 ἐλέγξει‌] ἐξελέγξει Swete
    λήμψεται ἔτι] λήμψεται Swete
    2:5 τοῦ‌ Ἰακώβ] Ἰακώβ Swete
    δεῦτε] δεῦτε ‌καὶ‌ Swete
    2:7 γῆ αὐτῶν] γῆ
    2:8 οἷς‌] ἃ‌ Swete
    2:10 εἰσέλθατε‌] εἰσέλθετε R Swete

    • December 10, 2012 9:35 am

      Fabulous. Really glad to have these posted here–thanks!

Trackbacks

  1. Greek Isaiah in a Year: the reading plan, free online LXX texts, and more resources | Words on the Word
  2. Greek Isaiah in a Year, Week 3=Isaiah 2:16-3:21 | Words on the Word
  3. Greek Isaiah in a Year, Week 4=Isaiah 3:22-5:16 | Words on the Word
  4. Greek Isaiah in a Year, Week 5=Isaiah 5:17-6:13 | Words on the Word
  5. Greek Isaiah in a Year, Week 6=Isaiah 7:1-25 | Words on the Word
  6. Greek Isaiah in a Year, Week 6=Isaiah 7:1-25 | Words on the Word
  7. Greek Isaiah in a Year, Week 8=Isaiah 9:1-10:4 | Words on the Word
  8. Greek Isaiah in a Year, Week 9=Isaiah 10:5-10:29 | Words on the Word
  9. Greek Isaiah in a Year, Week 10=Isaiah 10:30-Isaiah 12 | Words on the Word

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: