Greek Isaiah in a Year, Week 4=Isaiah 3:22-5:16

Prophet IsaiahThere’s something that has seemed appropriate about beginning to read through Isaiah during Advent. At a pace of roughly five verses each weekday, I’ve been reading through Greek Isaiah in a Year with a sizeable group of folks on Facebook.

Tomorrow (Monday) is the start week 4. Below is the schedule and text for Monday through Friday, using the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf, since it’s public domain.) The full reading plan for our group is here (pdf).

Also, this last week I reviewed Ottley’s work in Logos. You can read more about that here. And now, the readings. At the end of this post I’m including a link to a pdf of the schedule and text for the week, as well, at the request of one of the group members.

Monday, December 24: Isaiah 3:22-4:1

22 καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά, 23 καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσίῳ καὶ ὑακίνθῳ συνκαθυφασμένα, καὶ θέριστρα κατάκλιτα. 24 καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας, κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου, καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. 25 καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἀγαπᾷς μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται καὶ ταπεινωθήσονται· 26 καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.

4 καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφʼ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.

Tuesday, December 25: Isaiah 4:2-6

Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ λάμψει ὁ θεὸς ἑν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ· καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἰερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλήμ. ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως. καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός· πάσῃ τῇ δόξῃ Κυρίου σκεπασθήσεται· καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ σκληρότητος καὶ ὑετοῦ.

Wednesday, December 26: Isaiah 5:1-7

5 ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήχ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας. καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ ἐνοικοῦντες ἐν Ἰερουσαλήμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας. νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου. ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς <καταπάτημα>. καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα. καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. ὁ γὰρ ἀμπελὼν Κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν.

Thursday, December 27: Isaiah 5:8-11

Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου σαβαὼθ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται· μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες. 10 οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία. 11 Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει.

Friday, December 28: Isaiah 5:12-16

12 μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσιν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν. 13 τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος. 14 καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν, καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς. 15 καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνήρ, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται· 16 καὶ ὑψωθήσεται Κύριος σαβαὼθ ἐν κρίματι, καὶ ὁ θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ.

Here are the week’s readings as a pdf.

See here for more resources and links to texts for Greek Isaiah. Here are previous weeks’ readings: Week 1 / Week 2 / Week 3.

12 thoughts on “Greek Isaiah in a Year, Week 4=Isaiah 3:22-5:16

  1. Variants against Ottley (A). B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler
    3:23 τὰ κόκκινα] κόκκινα B
    χρυσίῳ] χρυσῷ B
    3:24 σχοινίῳ] σχοινίον S
    3:26 καὶ πενθήσουσιν] in verse 25 in S, R
    4:2 λάμψει] ἐπιλάμψει
    4:4 κρίσεως] κρίσεως καὶ πνεύματι καύσεως
    4:5 πάσῃ] καὶ πάσῃ B
    Κυρίου] omit
    4:6 σκληρότητος] ἀπὸ σκληρότητος
    5:1 ἀγαπητοῦ] ἀγαπητοῦ μου B
    5:2 ἐποίησεν] καὶ ἐποίησεν B
    5:3 ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ ἐνοικοῦντες ἐν Ἰερουσαλήμ] οἱ ἐνοικοῦντες ἐν Ἰερουσαλήμ καὶ ἄνθρωπος τοῦ Ἰούδα B
    5:4 ἔτι τῷ ἀμπελῶνί μου] τῷ ἀμπελῶνί μου ἔτι S
    5:6 σκαφῇ] σκαφῇ ἔτι S
    ἄκανθα] ἄκανθαι B S Z
    5:7 ἐστιν] omit B
    5:8 οἰκήσετε] οἰκήσητε S
    5:9 ἐνοικοῦντες] ἐνοικοῦντες ἐν αὐταῖς B S R
    5:12 τυμπάνων] τυμπάνων καὶ χόρων S
    Κυρίου] τοῦ θεοῦ S
    ἐμβλέπουσιν] ἐμβλέψουσιν S
    κατανοοῦσιν] κατανοησοῦσιν S
    5:13 δίψαν] δίψος B

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s