Greek Isaiah in a Year, Week 13=Isaiah 14:28-16:10

This week in Greek Isaiah in a Year covers Isaiah 14:28-16:10. I’ve been behind off and on the last few weeks, but am caught up now. It’s amazing how even five verses a day can be a challenge to keep up with.

Ottley Isaiah coverHere is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint (pictured at left; click on image to go to Amazon product page). Ottley is also here in Logos (I reviewed that edition here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, February 25Isa 14:28-32

28 Τοῦ ἔτους οὗ ἀπέθανεν Ἀχὰζ ὁ βασιλεὺς ἐγενήθη τὸ ῥῆμα τοῦτο.

29 Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔγγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. 30 καὶ βοσκηθήσονται πτωχοὶ διʼ αὐτοῦ· πτωχοὶ δὲ ἄνδρες ἐπʼ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλιμμά σου ἀνελεῖ. 31 ὀλολύζετε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βαρρᾶ ἔρχεται, καὶ οὐκ ἔστιν τοῦ εἶναι. 32 καὶ τί ἀποκριθήσονται βασιλεῖς τῶν ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσεν Σιών, καὶ διʼ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.

Tuesday, February 26: Isa 15:1-4

15 1 Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. 2 λυπεῖσθε ἐφʼ ἑαυτοῖς, ἀπολεῖται γὰρ Δαιβηδών, οὗ ὁ βεμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος. ὀλολύζετε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι, 3 ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς πλατείαις αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ. 4 ὅτι κέκραγεν Ἑσεβὼν καὶ <Ἐλεαλή>, ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.

Wednesday, February 27: Isa 15:5-9

5 ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ ἕως Σήγωρ· δάμαλις γὰρ ἐστὶν τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀδωνίειμ· βοᾷ σύντριμμα καὶ σεισμός, 6 τὸ ὕδωρ τῆς Νεμρεὶμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. 7 μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήμψονται αὐτήν. 8 συνῆψεν γὰρ ἡ βοὴ τὸ ὄρος τῆς Μωαβίτιδος τῆς Ἀγαλλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ. 9 τὸ δὲ ὕδωρ τὸ Ῥεμμὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ῥεμμὼν Ἄραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τὸ κατάλοιπον Ἀδαμά.

Thursday, February 28: Isa 16:1-5

16 1 Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιών; 2 ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θυγάτηρ Μωάβ· ἐπὶ τάδε, Ἀρνών, πλείονα 3 βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτιᾷ φεύγουσιν, ἐξέστησαν· μὴ <ἀχθῇς>. 4 παροικήσουσιν οἱ φυγάδες Μωάβ· ἔσονται γὰρ σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, συνετελέσθη ταλαιπωρία, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. 5 καὶ διορθωθήσεται μετὰ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπʼ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυείδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.

Friday, March 1: Isa 16:6-10

6 Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρας. οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. 7 ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν· τοῖς κατοικοῦσιν Δέσεθ μελετήσεις, καὶ οὐκ ἐντραπήσῃ. 8 τὰ πεδία Ἐσεβὼν πενθήσει, ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν, διέβησαν γὰρ τὴν ἔρημον. 9 διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ ἄμπελον Σεβαμά· τὰ δένδρα σου κατέβαλεν Ἐσεβὼν καὶ <Ἐλεαλή>, ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται. 10 καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 13 readings above, but in pdf form.

3 thoughts on “Greek Isaiah in a Year, Week 13=Isaiah 14:28-16:10

  1. Typos in the Logos version of Ottley:

    14:31 βαρρᾶ should be βορρᾶ
    15:2 βεμὸς should be βωμὸς

    Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)

    14:28 Ἀχὰζ ὁ βασιλεὺς] ὁ βασιλεὺς Ἀχὰζ B
    14:29 ὄφεων] ὄφεως B S Z
    ἔγγονα] ἔκγονα
    ἐξελεύσονται] ἐξελεύσεται S
    πετόμενοι] πετάμενοι B
    14:30 ἄνδρες ἐπʼ] ἄνθρωποι ἐπὶ B
    14:31 ὀλολύζετε] ὀλολύξατε B
    καπνὸς ἀπὸ βαρρᾶ] ἀπὸ βαρρᾶ καπνὸς B
    14:32 τῶν] omit
    Σιών] τὴν Σιών S
    15 ὅραμα] ῥῆμα
    15:2 ἑαυτοῖς] ἑαυτούς B
    Δαιβηδών] καὶ Δηβών B R; Λεβηδων Z
    ὀλολύζετε] ὀλολύξατε B
    κατατετμημένοι] κατατετμημένοι εἰσιν S
    15:3 καὶ ἐν ταῖς πλατείαις αὐτῆς] omit
    15:4 καὶ Ἐλεαλή] καὶ ἐλάλησεν Ἐλεαλή S
    ἕως] ἕως Ἰάσσα
    φωνὴ αὐτῆς] φωνὴ αὐτῶν B R
    15:5 ἑαυτῇ] αὐτῇ B R
    ἕως] ὡς S
    τῆς πρὸς] Λουεὶθ πρὸς B; τῆς Λουεὶθ πρὸς S R Z
    Ἀδωνίειμ] Ἁρωνιείμ
    15:6 Νεμρεὶμ] Νεμηρεὶμ B; Νεβρίμ S
    ἔρημον] ἔρημος B
    15:8 ὄρος] ὅριον
    15:9 τὸ Ῥεμμὼν] τὸ Δειμὼν B; τὸ Δερμὼν S
    ἐπὶ Ῥεμμὼν] ἐπὶ Δειμὼν B; ἐπὶ Νεμμὼν S
    16:1 Σιών] θυγατρὸς Σιών B S
    16:2 νεοσσὸς] νοσσὸς B
    θυγάτηρ] ἔσῃ, θυγάτηρ B; θύγατερ R
    ἐπὶ τάδε] ἔπειτα δέ S R Z
    16:3 ποίει τε] ποιεῖτε B R
    ἀχθῇς] ἀπάρχης S; ἀπαχθῇς R Z
    16:4 παροικήσουσίν] παροικήσουσίν σοι
    γὰρ] omit
    συνετελέσθη ταλαιπωρία] omit
    ἐπὶ] ἀπὸ B
    16:5 καθιεῖται] καθίεται B R
    16:6 ἐξῆρας] ἐξῆρα B S
    16:7 πάντες] ἀπάντες S
    Δέσεθ] Αδεσεθ Z
    16:8 Σεβαμά] Ἐβαμά S
    καταπατήσατε] καταπατήσετε B S
    πλανήθητε] ἐπλανήθητε S
    ἔρημον] θάλασσαν B
    16:9 ἄμπελον] ἄμελον S
    καὶ Ἐλεαλή, ἐπὶ] καὶ Ἐλεαλή, ὅτι B R Z; καὶ ἐλάλησεν Ἀλή ἔτι S
    ἀμπελώνων σου] ἀμπελώνων B

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s