Skip to content

Greek Isaiah in a Year, Week 14=Isaiah 16:11-18:7

March 3, 2013
Isaiah Greek wordle

Isaiah Greek wordle

This week in Greek Isaiah in a Year covers Isaiah 16:11-18:7.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, March 4Isa 16:11-14

11 διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα· ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας. 12 καὶ ἔσται ὡς τὸ ἐντραπῆναί σε, ἐκοπίασεν Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. 13 τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν Κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησεν. 14 καὶ νῦν λέγω Ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.

Tuesday, March 5: Isa 17:1-5

Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ.

17 1 Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν, 2 καταλελιμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκολίων, καὶ οὐκ ἔσται ὁ διώκων· 3 καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφράιμ· καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν. 4 Τάδε λέγει Κύριος σαβαώθ Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. 5 καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ,

Wednesday, March 6: Isa 17:6-9

6 καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπʼ ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτοῦ καταλειφθῇ. τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ. 7 τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, 8 καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ ἄλση αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν. 9 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελιμμέναι ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὑαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ ἔσονται ἔρημοι·

Thursday, March 7: Isa 17:10-14

10 διότι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον· 11 τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ· τὸ δὲ πρωὶ ἐὰν <σπείρῃς>, ἀνθήσει εἰς ἀμητὸν ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὥσπερ πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς.

12 Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα, οὕτως ταραχθήσεσθε, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει· 13 ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου. καὶ ἀποσκορακιεῖ αὐτόν, καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα. 14 πρὸς ἑσπέραν ἔσται πένθος· πρὶν ἢ πρωί, καὶ οὐκ ἔσται. αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων, καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάντων.

Friday, March 8: Isa 18

18 1 Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, 2 ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος. πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν· τί αὐτοῦ ἐπέκεινα; ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. νῦν οἱ ποταμοὶ τῆς γῆς 3 πάντες ὡς χώρα κατοικουμένη κατοικηθήσεται· ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται. 4 ὅτι οὕτως εἶπέν μοι Κύριος Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται. 5 πρὸ τοῦ θερισμοῦ, ὅταν συντελεσθῇ ἄνθος, καὶ ὄμφαξ ἀνθήσῃ ἄνθος ὀμφακίζουσα· καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ καὶ κατακόψει, 6 καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ συναχθήσεται ἐπʼ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ παντὰ τὰ θηρία τῆς γῆς ἐπʼ αὐτὸν ἥξει. 7 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει τοῦ ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίου σαβαώθ, ὄρος Σιών.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 14 readings above, but in pdf form.

3 Comments leave one →
  1. kmpenner permalink
    March 4, 2013 3:05 pm

    Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)

    16:11 ὡσεὶ] ὡς B
    ὃ] omit B
    ὡς] εἰς
    16:12 ἐκοπίασεν] ὅτι ἐκοπίασεν
    16:13 τὸ] omit B
    καὶ] omit B
    16:14 ἐν] omit B
    17:2 καὶ ἀνάπαυσιν] omit S
    βουκολίων] omit
    οὐκ] οὐκέτι S
    17:3 ἔσται βασιλεία] βασιλεία B
    ἀπολεῖται] omit B
    17:4 ἔκλειψις τῆς] ἔκλειψις B
    πίονα] πλείονα S
    17:5 σταχύων] ταχύων S
    ἐν τῷ βραχίονι αὐτοῦ] omit B Z
    17:6 αὐτοῦ] αὐτῶν B S R
    17:8 ἐπὶ τοῖς βωμοῖς] ἐπὶ τοῖς ἀδικήσασιν αὐτοῦς οὐδὲ ἐπὶ τοῖς βωμοῖς S
    καὶ οὐκ ὄψονται] ἀλλ᾿ ἔσονται πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραήλ καὶ οὐκ ὄψονται S
    ἄλση] δένδρα B R Z; δένδρα ἐπὶ τὰ ἄρση S
    αὐτῶν] omit B
    17:9 σου] omit S
    ἐγκατέλιπον] κατέλιπον B
    17:10 ἐγκατέλιπες] κατέλιπες
    17:11 ἂν φυτεύσῃς] ἐὰν φυτεύσῃς
    ὥσπερ] ὡς
    κληρώσῃ] κλήρωσιν S
    υἱοῖς] υἱοῖς σου
    17:13 καταφερομένου] φερομένου B S
    17:14 τῶν ὑμᾶς κληρονομησάντων] τοῖς ὑμᾶς κληρονομήσασιν
    18:2 βυβλίνας] βιβλίνας S
    Τί] τίς
    18:3 ὡσεὶ] ὡς εἰς B
    ἀρθῇ] ἀρθήσεται S
    18:4 ὅτι] διότι B
    εἶπεν μοι] μοι εἶπεν B
    18:5 ἀνθήσῃ] ἀνθήσει B S
    κατακόψει] ἀποκόψει B
    18:7 τεθλιμμένου] τεθλιμμένου καὶ ταπεινοῦ S
    ἐλπίζον] ἀνέλπιστον S
    τοῦ ποταμοῦ] ποταμοῦ
    Κυρίου σαβαώθ] Κυρίου Σαβαώθ ἐπεκλήθη S R

Trackbacks

  1. Greek Isaiah in a Year: the reading plan, free online LXX texts, and more resources | Words on the Word

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: