This week in Greek Isaiah in a Year covers Isaiah 22 in its entirety.
Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).
Monday, March 25: Isa 22:1-6
Τὸ ὅραμα τῆς φάραγγος Σιών
22 1 Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια; 2 ἐνεπλήσθη ἡ πόλις βοώντων, οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. 3 πάντες οἱ ἄρχοντές σου πεφεύγασιν, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν. 4 διὰ τοῦτο εἶπα Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. 5 ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος, καὶ πλάνησις παρὰ Κυρίου σαβαώθ· ἐν φάραγγι Σιὼν πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη. 6 οἱ δὲ Ἐλαμεῖται ἔλαβον φαρέτρας, ἀναβάται ἄνθρωποι ἐφʼ ἵπποις, καὶ συναγωγὴ παρατάξεως.
Tuesday, March 26: Isa 22:7-10
7 καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου, 8 καὶ ἀνακαλύψουσιν τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως, 9 καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυείδ. καὶ εἴδοσαν ὅτι πλείους εἰσίν, καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν, 10 καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἰερουσαλὴμ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει.
Wednesday, March 27: Isa 22:11-15
11 καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχέων, ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπʼ ἀρχῆς ποιήσαντα αὐτήν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε. 12 καὶ ἐκάλεσεν Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, 13 αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον, λέγοντες Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. 14 καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶν Κυρίου σαβαώθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία ἕως ἂν ἀποθάνητε.
15 Τάδε λέγει Κύριος σαβαώθ Πορεύου εἰς τὸ παστοφόριον πρὸς Σόμναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ
Thursday, March 28: Isa 22:16-20
16 Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν; 17 ἰδοὺ δὴ Κύριος σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, 18 καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα, 19 καὶ ἀφαιρεθήσει ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου. 20 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου,
Friday, March 29: Isa 22:21-25
21 καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ καὶ τὸ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἰερουσαλὴμ <καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδᾳ>. 22 καὶ δώσω τὴν δόξαν Δαυεὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων, καὶ δώσω τὴν κλεῖδα οἴκου Δαυεὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἀνοίξει καὶ οὐκ ἔσται ὁ ἀποκλείσων, καὶ κλείσει καὶ οὐκ ἔσται ὁ ἀνοίγων. 23 καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ. 24 καὶ ἔσται πεποιθὼς ἐπʼ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι ἐν αὐτῷ, 25 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. τάδε λέγει Κύριος σαβαώθ· κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ πεσεῖται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπʼ αὐτόν, ὅτι Κύριος ἐλάλησεν.
See here for more resources and links to texts for Greek Isaiah.
And here are the Week 17 readings above, in pdf form.
Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)
22:1 νῦν, ὅτι], ὅτι νῦν B S
22:2 οἱ] αἱ S
μαχαίρας] ἐν μαχαίραις B
πολέμου] πολέμῳ B
22: 4 μὴ] καὶ μὴ S
ταραχῆς] ταραχοὺς S
22:5 καταπατήματος] καταπάτημα B
καὶ πλάνησις] omit S
22:6 ἵπποις] ἵππους B S
22:7 αἱ] omit S
22:7 ἐμφράξουσι] ἐμφράξωσι S
22:8 ἀπέστρεψαν] ἀπέστρεψεν B
22:10 ὀχύρωμα τοῦ] ὀχυρώματα B
22:11 τῶν] omit S
22:12 κύριος] κύριος Κύριος B
22:13 λέγοντες] omit B
22:14 ἐν τοῖς] omit S
22:16 σὺ ὧδε] ὧδε σὺ S
σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον] omit S
22:17 ἐκβαλεῖ] ἐκβάλλει B S
22:18 ἄρχοντός σου] ἄρχοντός S
εἰς καταπάτημα] omit B
22:19 ἀφαιρεθήσει] ἀφαιρεθήσῃ S R Z
22:20 καλέσω] καὶ καλέσω B
22:21 καὶ τὸ] κατὰ B
22:22 τὴν δόξαν Δαυεὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων] καὶ αὐτῷ S
καὶ δώσω τὴν κλεῖδα οἴκου Δαυεὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ] omit B R Z; τὴν κλεῖδα οἴκου Δαυεὶδ ἐπὶ τῷ ὤμῳ αὐτοῦ S
καὶ ἀνοίξει, καὶ οὐκ ἔσται ὁ] omit B R Z
ἀποκλείσων] ἀντικλίνων S; omit B R Z
καὶ κλείσει καὶ οὐκ] omit R Z
ἔσται ὁ ἀνοίγων] ἔστιν ὁ ἀνοίγων B; ἔσται ὁ ἀντιλέγων S; omit R Z
22:23 στήσω] στηλῶ B
αὐτὸν] αὐτοῖς S
22:24 καὶ ἔσται] καὶ ἔσται πεποιθὼς ἐπʼ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, καὶ ἔσται S
ἐν αὐτῷ] αὐτῷ
22:25 ἐν τῇ] τῇ
τόπῳ] τῷ S
καὶ πεσεῖται] καὶ ἀφαιρεθήσεται καὶ πεσεῖται B
ἀφαιρεθήσεται] ἐξολεθρευθήσεται B
Thanks, Ken–I’m looking forward especially to exploring 22:22!
Mirjam identifies the following going on in 22:22: “a nearly identical adjacent phrase or clause is removed in the translation” “rendering by a mere pronoun where the Hebrew offers a pronoun governed by a body part” “omission of a governing noun.” (I should note I suspect the translator is may not be omitting a body part, but rather taking שׁכמו as the relative particle on the comparative preposition with a 3ms suffix: “who is like him”.) Since she is working from Ziegler’s main text, she does not note the textual issues.