Greek Isaiah in a Year, Week 19=Isaiah 24:6-25:12

IsaiahThis week in Greek Isaiah in a Year covers Isaiah 24:6-25:12.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, April 8Isa 24:6-11

διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι. πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθαδία καὶ πλοῦτος ἀσεβῶν, πέπαυται φωνὴ κιθάρας. ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, ποκρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν. 10 ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. 11 ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς

Tuesday, April 9Isa 24:12-17

12 καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελιμμένοι ἀπολοῦνται. 13 ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὅν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητός. 14 οὗτοι φωνῇ βοήσονται, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης. 15 διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται. 16 Κύριε ὁ θεὸς Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, Ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν· οἱ ἀθετοῦντες τὸν νόμον, 17 φόβος καὶ βόθυνος καὶ παγὶς ἐφʼ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς.

Wednesday, April 10Isa 24:18-23

18 καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον· ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. 19 ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. 20 ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ, ὡς ὁ μεθύων καὶ ὁ κραιπαλῶν, καὶ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσεν γὰρ ἐπʼ αὐτῆς ἡ ἀνομία. 21 Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς. 22 καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσταο αὐτῶν. 23 καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχοι· ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἰερουσαλήμ, καὶ ἐναντίον τῶν πρεσβυτέρων δοξασθήσεται.

Thursday, April 11Isa 25:1-6

Ὠιδή

25 Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε. ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πολεῖς ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε. ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασιν διʼ ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων, [εὐλογήσουσίν σε,] ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιὼν ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας. καὶ ποιήσει Κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον·

Friday, April 12: Isa 25:7-12

χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἁπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν. καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰδοὺ ὁ θεὸς ἡμῶν ἐφʼ ᾧ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα καὶ εὐφράνθημεν ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. 10 ὅτι ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβῖτις ὅν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις· 11 καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὅν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐφʼ ἃ τὰς χεῖρας ἐπέβαλεν· 12 καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάφους.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 19 readings above, in pdf form.

One thought on “Greek Isaiah in a Year, Week 19=Isaiah 24:6-25:12

  1. Typos in the Logos edition of Ottley:

    24:9 ποκρὸν should be πικρὸν
    24:22 ἔσταο should be ἔσται
    24:23 τεῖχοι should be τεῖχος

    Typo in the Logos edition of Ziegler:

    24: 14 βοήσοντσι should be βοήσονται

    Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)

    24:10 ἠρημώθη] ἠρημώθη ὅλη ἡ γῆ S
    24:11-12 τῆς γῆς καὶ] omit B
    24:13 ἔσται] ἔσονται B
    καλαμήσηται] καλαμᾶται S
    24:14 φωνῇ βοήσονται] βοῇ φωνήσουσιν B
    24:16 ἀθετοῦντες] ἀθοῦντες S
    24:17 ὑμᾶς] ἡμᾶς S
    ἐνοικοῦντας ἐπὶ τῆς γῆς] κατοικοῦντας ἐν τῇ γῇ S
    24:18 ὁ δὲ] καὶ ὁ B
    ἠνεῴχθησαν] ἀνεῴχθησαν B
    24:19 ταραχῇ] ταράχθῃ S
    24:20 ἔκλινεν] ἔκλινεν καὶ σεισθήσεται ἡ γῆ, ἔκλινεν S
    ὁ κραιπαλῶν] κραιπαλῶν B R Z
    καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ, ὡς ὁ μεθύων καὶ ὁ κραιπαλῶν] ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ B
    καὶ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι• κατίσχυσεν γὰρ ἐπʼ αὐτῆς ἡ ἀνομία] κατίσχυσεν γὰρ ἐπʼ αὐτῆς ἡ ἀνομία, καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι B
    ἀνομία] ἀνομία, καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται στῆναι S
    24:22 καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον] συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα B
    24:23 τεῖχος] τεῖχος, καὶ ἐντραπήσεται ἡ σελήνη• καὶ αἰσχυνθήσεται ὁ ἥλιος S
    ἐν Σιὼν] ἐκ Σιὼν B Z
    ἐν Ἰερουσαλήμ] εἰς Ἰερουσαλήμ B
    ἐναντίον] ἐνώπιον
    25:1 μου] omit B
    Κύριε] omit B
    25:2 ἔθηκας πόλεις] ἔθηκας πόλιν S
    πεσεῖν] μὴ πεσεῖν B Z
    τὸν αἰῶνα] εἰς τὸν αἰῶνα R Z
    25:4 ταπεινῇ] ταπεινῷ S
    εὐλογήσουσίν σε] omit B Z
    25:5 Σιών] Σιών ὅτι ῥύσῃ αὐτοὺς S
    25:7 ταῦτα πάντα] πάντα ταῦτα B S
    25:8 ὁ θεὸς] Κύριος ὁ θεὸς B S
    25:9 ἐν] omit
    ὁ θεὸς] Κύριος ὁ θεὸς S
    ἠλπίζομεν] ἠλπίζομεν, καὶ σώσει ἡμᾶς• οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ B
    καὶ εὐφράνθημεν ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν] καὶ ἠγαλλιώμεθα, καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν B; ἐπὶ τῷ σωτῆρι ἡμῶν καὶ εὐφρανθησόμεθα S; καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν R; ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν Z
    25:10 ὅτι] omit B
    25:11 ἃ] ᾗ S
    25:12 καταβήσεται] καταβήσονται B

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s