Greek Isaiah in a Year, Week 22=Isaiah 28:14-29:9

This week in Greek Isaiah in a Year covers Isaiah 28:14-29:9. (I’m late this week in posting. But it’s not the first time I’ve been a few days behind and have caught up over the weekend….)

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, April 29: Isa 28:14–18

14 Διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἰερουσαλήμ, 15 ὅτι εἴπατε Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. 16 διὰ τοῦτο οὕτως λέγει Κύριος, Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ μὴ καταισχυνθῇ. 17 καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς, 18 μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα.

Tuesday, April 30Isa 28:19–23

19 ὅταν παρέλθῃ, λήμψεται ὑμᾶς· πρωὶ πρωὶ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. μάθετε ἀκούειν 20 στενοχωρούμενοι· οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι. 21 ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. 22 καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου σαβαὼθ ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. 23 Ἐνωτίζεσθε καὶ ἀκούσατε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου.

Wednesday, May 1Isa 28:24–29

24 μὴ ὅλην τὴν ἠμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾶν; ἢ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γῆν; 25 καὶ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, πρῶτον σπείρει μικρὸν μελάνθιον καὶ κύμινον, καὶ πάλιν πυρόν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου; 26 καὶ παιδευθήσῃ κρίματι θεοῦ σου, καὶ εὐφρανθήσῃ. 27 οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον 28 μετὰ ἄρτου βρωθήσεται. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. 29 καὶ ταῦτα παρὰ Κυρίου σαβαὼθ ἐξῆλθεν τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.

Thursday, May 2Isa 29:1–4

29 1 Οὐαὶ πόλις Ἀριήλ, ἣν Δαυεὶδ ἐπολέμησεν· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπʼ ἐνιαυτόν· φάγεσθε γὰρ σὺν Μωάβ. 2 ἐκθλίψω γὰρ Ἀριήλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί. 3 καὶ κυκλώσω ὡς Δαυεὶδ ἐπὶ σέ, καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω ἐπὶ σὲ πύργους, 4 καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει.

Friday, May 3: Isa 29:5–9

5 καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα 6 παρὰ Κυρίου σαβαώθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ κραυγῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα. 7 καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐνύπνιον ὁ πλοῦτος τῶν ἐθνῶν πάντων ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰσραήλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ἰερουσαλήμ, καὶ πάντες οἱ συνηγμένοι ἐπʼ αὐτὴν καὶ θλίβοντες αὐτήν. 8 καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πεινῶντες καὶ ἔσθοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον· καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ τὸ ὄρος Σιών. 9 Ἐκλύθητε καὶ ἔκστητε, καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδʼ ἀπὸ οἴνου·

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 22 readings above, in pdf form.

One thought on “Greek Isaiah in a Year, Week 22=Isaiah 28:14-29:9

  1. Typo in the Logos edition of Ottley:
    29:5 ἡ φωνή ἡ φωνή should be ἡ φωνή

    Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)

    28:14 τούτου] τούτου τοῦ B R; τοῦ S
    28:15 ἡμῖν] ἐφʼ ἡμᾶς B S R
    28:16 Κύριος] κύριος Κύριος B
    ἐμβαλῶ] ἐμβάλλω B
    ἐπʼ αὐτῷ] omit B
    28:21 ἀναστήσεται] ἀναστήσεται Κύριος B S
    ἔργον] ἔργα S
    πικρία] σαπρία B
    28:22 δεσμοί] δεσμοί οἱ ὀφθαλμοί S
    Κυρίου] τοῦ Κυρίου S
    Ποιήσει] ποιεῖ S
    28:23 ἀκούσατε] ἀκούετε
    28:24 μέλλει] ἀροτριάσει B
    ἀροτριᾶν] omit B
    προετοιμάσει] ἑτοιμάσει S
    ἐργάσασθαι] ἐργάζεσθαι S
    28:25 καὶ] οὐχ
    αὐτῆς τὸ πρόσωπον] τὸ πρόσωπον αὐτῆς B
    πρῶτον] τότε
    πυρόν] σπείρει πυρόν
    καὶ κριθὴν] κριθὴν καὶ κέγχρον B
    28:26 παιδευθήσῃ] παιδευθήσει B
    κρίματι θεοῦ σου, καὶ εὐφρανθήσῃ] omit S
    28:27 ἐκτινάσσεται] τινάσσεται B
    29:1 πόλις Ἀριήλ] Ἀριὴλ πόλις B
    Δαυεὶδ ἐπολέμησεν] ἐπολέμησεν Δαυείδ B
    φάγεσθε] φάγεσθε, φάγεσθε B S
    29:2 ἐκθλίψω] ἐκλείψω S
    τὸ] ὁ B
    29:3 ἐπὶ] περὶ
    29:4 οἱ λόγοι σου, εἰς τὴν γῆν] εἰς τὴν γῆν οἱ λόγοι σου B
    ἔσται] ἔσονται B
    29:5 τροχοῦ] τοίχου B
    φερόμενος] τὸ πλῆθος τῶν καταδυναστευόντων σε B
    29:6 κραυγῆς] βροντῆς B R Z; βροτῆς S
    φωνῆς μεγάλης] φωνὴ μεγάλη B
    29:7 ὁ ἐνυπνιαζόμενος] ἐνυπνιαζόμενος B S
    ἐνύπνιον] καθʼ ὕπνους νυκτὸς B; ἐν ὕπνῳ S R Z
    τῶν ἐθνῶν πάντων] ἁπάντων τῶν ἐθνῶν B
    Ἰσραήλ] Ἰερουσαλήμ B; Αριηλ R Z
    στρατευσάμενοι] στρατευόμενοι B S
    θλίβοντες] οἱ θλίβοντες B Z
    29:8 ἔσονται] omit B
    ὕπνῳ] τῷ ὕπνῳ B S
    πεινῶντες] πίνοντες B S R
    μάταιον] ματαίων S
    αὐτῶν] omit B
    ὁ πίνων] πίνων
    ἐπὶ Ἰερουσαλὴμ καὶ] omit
    29:9 ἔκστητε] ἔστητε S
    καὶ κραιπαλήσατε] κραιπαλήσατε B

Leave a Reply to kmpenner Cancel reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s