Greek Isaiah in a Year, Week 23=Isaiah 29:10-30:7

isaiah lxx

Getting into chapter 30 this week feels like real progress. This week in Greek Isaiah in a Year covers Isaiah 29:10-30:7.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, May 6: Isa 29:10–14

10 ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά. 11 καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. 12 καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ Ἀνάγνωθι τοῦτο· καὶ ἐρεῖ Οὐκ ἐπίσταμαι γράμματα. 13 καὶ εἶπεν Κύριος Ἐγγίζει μοι ὁ λαὸς οὖτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσιν με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. 14 διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον· καὶ μεταθήσω αὐτούς, καὶ ἀ̓πολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.

Tuesday, May 7Isa 29:15–19

15 Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου· οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσιν Τίς ἡμᾶς ἑώρακεν; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν; 16 οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι Οὐ συνετῶς με ἐποίησας; 17 οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμέλ, καὶ τὸ ὄρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. 18 καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ, ὀφθαλμοὶ τυφλῶν βλέψονται, 19 καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης.

Wednesday, May 8Isa 29:20–24

20 ἐξέλιπεν ἄνομος, καὶ ἁπώλετο ὑπερήφανος, καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, 21 καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν, καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον. 22 διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ Οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρὸσωπον μεταβαλεῖ Ἰσραήλ. 23 ἀλλὰ ὅταν ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, διʼ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου, καὶ ἁγιάσουσιν τὸν ἅγιον Ἰακώβ, καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται. 24 καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.

Thursday, May 9Isa 30:1–3

30 1 Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος· ἐποιήσατε βουλὴν καὶ οὐ διʼ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφʼ ἁμαρτίαις· 2 οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. 3 ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπʼ Αἴγυπτον ὄνειδος.

Friday, May 10: Isa 30:4–7

4 ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί. 5 μάτην κοπιάσουσιν πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν οὔτε εἰς ὠφέλειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.

Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ

6 Ἐν τῇ θλίψει καὶ ἐν τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπʼ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς [εἰς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος]. 7 Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.

See here for more resources and links to texts for Greek Isaiah.

2 thoughts on “Greek Isaiah in a Year, Week 23=Isaiah 29:10-30:7

  1. Typos in the Logos edition of Ottley:
    29:18 οἱ οἱ should be οἱ
    30:2 πορενόμενοι should be πορευόμενοι

    Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)

    29:10 πνεύματι] πνεύμα S
    29:11 ἔσονται] ἔσται B S
    πάντα τὰ ῥήματα] τὰ ῥήματα πάντα B S
    τοῦ ἐσφραγισμένου τούτου] τούτου τοῦ ἐσφραγισμένου S; τοῦ ἐσφραγισμένου B
    ἐὰν] ἂν B
    ταῦτα] ταῦ τοῦτο S
    29:12 τοῦτο] ταῦτα S
    29:13 μοι] μου S
    τοῖς χείλεσιν] ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν B
    τιμῶσιν] τιμοῦσίν S
    29:14 ἐγὼ] omit B Z
    29:15 βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου• οὐαὶ οἱ ἐν κρυφῇ] omit B
    ἡμᾶς ἑώρακεν] ἑόρακεν ἡμᾶς B
    ἡμᾶς γνώσεται ἢ] γνώσεται S
    29:16 λογισθήσεσθε] λογισθήσεται S
    πλάσαντι] πλάσαντι αὐτό B
    σύ] σοι S
    29:17 ὄρος τὸ] omit B S; ὄρος Z
    Χερμὲλ] Χελμὲλ S
    29:18 βλέψονται] ὄψονται B S
    29:21 καὶ] ὅτι B
    29:22 Ἰσραήλ] omit B
    29:23 ὅταν ἴδωσιν] τὰ νῦν δῶσιν S
    ἁγιάσουσιν] ἁγιάσωσιν B (both times)
    τοῦ Ἰσραὴλ] Ἰσραὴλ S
    29:24 οἱ τῷ πνεύματι πλανώμενοι] πλανώμενοι τῷ πνεύματι B
    ὑπακούειν] ὑπακούειν Κυρίῳ S
    30:1 τάδε] omit B
    καὶ] omit
    ἁμαρτίαις] ἁμαρτίας B
    30:2 δὲ] omit S
    ἐπηρώτησαν] ἐπερώτησαν B
    βοηθηθῆναι] βοηθῆναι S
    30:5 οὔτε εἰς βοήθειαν οὔτε εἰς ὠφέλειαν] εἰς βοήθειαν B S
    30:6 ἐν τῇ στενοχωρίᾳ] τῇ στενοχωρίᾳ B R Z
    καὶ ἀσπίδες] ἀσπίδες S
    πετομένων] omit B
    ὃ] omit S
    εἰς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος] omit B

What do you think?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s