This week in Greek Isaiah in a Year covers Isaiah 30:8-31:4.
Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).
Monday, May 13: Isa 30:8-17
8 νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα καὶ εἰς τὸν αἰῶνα. 9 ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ, 10 οἱ λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, 11 καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφʼ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφʼ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ. 12 διὰ τοῦτο οὕτως λέγει Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἑπὶ τῷ λόγῳ τούτῳ, 13 διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα· 14 καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγίου ὀστρακίνου, ἐκ κεραμίου λεπτόν, ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾧ ἀποσυρεῖς ὕδωρ μικρόν. 15 οὕτως λέγει Κύριος ὁ ἅγιος Ἰσραήλ Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη. καὶ οὐκ ἐβούλεσθε ἀκούειν, 16 ἀλλὰ εἴπατε Ἐφʼ ἵπποις φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ εἴπατε Ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. 17 καὶ διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπʼ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.
Tuesday, May 14: Isa 30:18-21
18 καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς, καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτὴς Κύριος ὁ θεὸς ἡμῶν ἐστιν· [καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν;] μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ. 19 Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· καὶ ἐλεήσει τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέν σου. 20 καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι οὐ μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε, 21 καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά.
Wednesday, May 15: Isa 30:22-27
22 καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά. 23 τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, 24 οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα. 25 καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοί, καὶ ὅταν πέσωσιν πύργοι. 26 καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον, ἐν τῇ ἡμέρᾳ ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται. 27 Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ χρόνου ἔρχεται πολλοῦ, καιόμενος ὁ θυμός· μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.
Thursday, May 16: Isa 30:28-33
28 καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις ματαία, καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν. 29 μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι, καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας, καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸν οἶκον τοῦ Κυρίου πρὸς τὸν θεὸν τοῦ Ἰσραήλ; 30 καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει βιαίως, καὶ ὡς ὕδωρ καὶ χάλαζα συνκαταφερομένη βίᾳ. 31 διὰ γὰρ τὴν φωνὴν Κυρίου ἡττηθήσονται οἱ Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἂν πατάξῃ αὐτούς. 32 καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηθείας, ἐφʼ ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς. 33 οὐ γὰρ σὺ πρὸ ἡμερῶν ἀπατηθήσῃ· μὴ καὶ <σοὶ> ἡτοιμάσθη βασιλεύειν, φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά; ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.
Friday, May 17: Isa 31:1-4
31 1 Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφʼ ἵπποις πεποιθότες καὶ ἐφʼ ἅρμασιν· ἔστιν γὰρ πολλά, καὶ ἐφʼ ἵπποις, πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραήλ, καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν. 2 καὶ αὐτὸς σοφὸς ἦγεν ἐπʼ αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπʼ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν, 3 Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ θεόν, ἵππων σάρκας, καὶ οὐκ ἔστιν βοήθεια· ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπʼ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται. 4 ὅτι οὕτως εἶπέν μοι Κύριος Ὃν τρόπον ἐὰν βοήσῃ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβεν, καὶ κεκράξῃ ἐπʼ αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται Κύριος σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιών, καὶ ἐπὶ τὰ ὄρη αὐτῆς.
See here for more resources and links to texts for Greek Isaiah.
Typo in Logos edition of Ottley:
30:8 γράψου should be γράψον
Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler):
30:8 ἡμέρας] ἡμέραν S
καιρῶν ταῦτα] ταῦτα καιρῷ B
εἰς τὸν αἰῶνα] ἕως εἰς τὸν αἰῶνα
30:11 ἡμᾶς] ἡμῖν S
τὸν] τὴν S
τοῦτον] ταῦτην S
τὸ λόγιον] τὸν ἅγιον R Z
30:12 τοῦτο] τὸ τάδε S
οὕτως] τάδε B
Κύριος ὁ ἅγιος] ὁ ἅγιος B
30:13 ἑαλωκυίας] ὀχυρᾶς ἑαλωκυίας B R Z; ὀχυρᾶς ἑαλωκυίης S
30:14 αὐτῆς] αὐτῷ S
λεπτόν] λεπτὰ S
ἀρεῖς, καὶ ἐν ᾧ ἀποσυρεῖς ὕδωρ] omit S; ἀρεῖς καὶ ἐν ὧ ἀποσυριεῖς B R
30:15 οὕτως] οὕτω B S Z
Κύριος] κύριος Κύριος B
Ἰσραήλ] τοῦ Ἰσραήλ
ἡ ἰσχὺς] ἰσχὺς S
ἐβούλεσθε] ἠβούλεσθε B R
30:16 ἵπποις] ἵππων
εἴπατε ἐπὶ] ἐπὶ B
ἀναβάται] ἀναβάταις B
30:17 καὶ] omit
διὰ φωνὴν ἑνὸς φεύξονται, χίλιοι] χίλιοι διὰ φωνὴν ἑνὸς φεύξονται B
ὡς ἱστὸς] ἱστὸς S
30:18 ὑμᾶς] ἡμᾶς S
ἡμῶν ἐστιν• καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν• μακάριοι] ὑμῶν• μακάριοι B
πάντες] omit
ἐν] ἐπʼ B Z
αὐτῷ] αὐτοῖς S
30:19 καὶ ἐλεήσει] ἐλεήσει σε B R Z; ἐλεήσει S
30:20 οὐ μὴ] μὴ
σοι] σε S
30:22 ἐξαρεῖς] μιανεῖς B S
τὰ περικεχρυσωμένα] περικεχρυσωμένα B
30:23 τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος] omit S
30:24 οἱ βόες] αἱ βόες S
φάγονται ἄχυρα ἀναπεποιημένα] ἄχυρα ἀναπεποιημένα φάγονται B
λελικμημένα] λελικμημένῃ B
30:25 καὶ ὅταν] ὅταν B
30:27 ἔρχεται πολλοῦ] omit B
ὁ θυμός] θυμός B
πλῆρες] πλήρης S
30:28 ἔθνη ταράξαι] ταράξαι ἔθνη
ματαία] omit
30:29 ὡσεὶ] omit S
τὸν οἶκον] τὸ ὄρος B R Z; ὄρος S
τοῦ] omit B
30:30 ὁ θεὸς] Κύριος B
δεῖξαι] δείξει R Z
βιαίως] βιαίῳ B
30:31 τὴν] τῆς B; omit S R Z
φωνὴν] φωνῆς B S Z
οἱ] omit
30:32 αὐτῷ] αὐτῶν B
ᾗ] ἧς S
ἐπεποίθει] πεποίθει B
αὐλῶν] τυμπάνων B
30:33 οὐ γὰρ σὺ] σὺ γὰρ B R Z; οὐ γὰρ S
ἀπατηθήσῃ] ἀπαιτηθήσῃ B R
ἡτοιμάσθη βασιλεύειν] βασιλεύειν ἡτοιμάσθη B
31:1 θεὸν] κύριον B
ἐξεζήτησαν] ἐζήτησαν B
31:3 ἄνθρωπον] ἀνθρώπων S
πάντες ἀπολοῦνται] ἀπολοῦνται πάντες S
31:4 ἐὰν] omit B S
βοήσῃ] βοήσει S
λέων] ὁ λέων
τὸ Σιών, καὶ] Σειών B S; τὸ Σιων R Z