This week in Greek Isaiah in a Year covers Isaiah 35:6-36:17. Here are the readings for each day:
Monday, June 10, 2013=Isa 35:6-10
Tuesday, June 11, 2013=Isa 36:1-6
Wednesday, June 12, 2013=Isa 36:7-12
Thursday, June 13, 2013=Isa 36:13-17
Friday, June 14, 2013=Isa 36:18-22
Below is the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).
35 6 τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ, 7 καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται· ἐκεῖ εὐφροσύνη ὀρνέων, ἐπαύλεις καλάμου καὶ ἕλη. 8 ἐκεῖ ἔσται ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἐκεῖ ἔσται ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπʼ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσιν. 9 καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπʼ αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι 10 καὶ συνηγμένοι διὰ Κύριον· ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετʼ εὐφροσύνης, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήμψεται αὐτούς· ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
36 1 Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἑζεκίου ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς καὶ συνελαβεν αὐτάς. 2 καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχεὶς εἰς Ἰερουσαλὴμ πρὸς τὸν βασιλέα Ἑζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. 3 καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. 4 καὶ εἶπεν αὐτοῖς Ῥαψάκης Εἴπατε Ἑζεκίᾳ Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιθὼς εἶ; 5 μὴ ἐν βουλῇ ἢ ἐν λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι; 6 ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπʼ Αἴγυπτον· ὃς ἂν ἐπιστηριχθῇ ἐπʼ αὐτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ. 7 εἰ δὲ λέγετε Ἐπὶ Κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν, 8 νῦν μίχθητε τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπʼ αὐτούς. 9 καὶ πῶς δύνασθε ἀποστρέψαι τὸ πρόσωπον τοπάρχου ἑνός; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπʼ Αἰγυπτίοις, εἰς ἵππον καὶ ἀναβάτην. 10 καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; 11 καὶ εἶπεν πρὸς αὐτὸν Ἐλιακεὶμ καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰωάχ Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαιστί· καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνδρῶν τῶν καθημένων ἐπὶ τῷ τείχει; 12 καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθʼ ὑμῶν ἅμα; 13 καὶ ἔστη Ῥαψάκης, καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων 14 Τάδε λέγει ὁ βασιλεὺς Μὴ ὑμᾶς ἀπατάτω Ἑζεκίας λόγοις, οἱ οὐ μὴ δυνήσονται ῥύσασθαι ὑμᾶς· 15 καὶ μὴ λεγέτω ὑμῖν Ἑζεκίας ὅτι Ῥύσεται ὑμᾶς ὁ θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων· 16 μὴ ἀκούετε Ἑζεκίου· τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν, 17 ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων.
See here for more resources and links to texts for Greek Isaiah.
Variants against Ottley (B=Swete; S=Penner; R=Rahlfs; Z=Ziegler)
35:6 ὁ χωλός] χωλός B S
καὶτρανὴ ] τρανὴ δὲ B
35:7 ἡ ἄνυδρος ἔσται] ἔσται ἡ ἄνυδρος B
ἐπαύλεις] ἔπαυλις S R Z
καλάμου] ποιμνίων S
35:8 ἐκεῖ ἔσται ὁδὸς καθαρά] ἔσται ἐκεῖ ὁδὸς καθαρά B S
ἐκεῖ ἔσται ὁδὸς ἀκάθαρτος] ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος
καὶοὐ μὴ] οὐ μὴ B
35:9 θηρίων τῶν πονηρῶν] πονηρῶν θηρίων B
ἐπʼ] εἰς B
35:10 ἐπὶ γὰρ κεφαλῆς αὐτῶν] omit B
36:1 Ἰουδαίας] Ἰδουμαίας S
συνελαβεν] ἔλαβεν
36:3 Ἰωὰχ] Ἰὼχ S
36:5 ἢ ἐν] καὶ B; omit S R Z
τίνι] τίνα B
ἐπιστηριχθῇ ἐπʼ αὐτήν] ἐπιστηρισθῇ ἐπʼ αὐτήν B; ἐπʼ αὐτὴν ἐπιστηριχθῇ S R Z
36:8 βασιλεῖ] τῷ βασιλεῖ
36:9 τὸ] εἰς
τοπάρχου ἑνός] τῶν τοπαρχῶν B S
Αἰγυπτίοις] Αἴγυπτον B S
36:10 αὐτήν;] αὐτήν; Κύριος εἶπεν πρὸς μέ Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν. B; αὐτήν; Κύριος εἶπεν πρὸς μέ Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην. S
36:11 Ἐλιακεὶμ ] Ἐλιακεὶμ ὅτι ὁ οἰκονόμος
ὁ γραμματεὺς] omit B R Z
καὶ Ἰωάχ] καὶ Ἰώας B; omit S
ἀνδρῶν] ἀνθρώπων
τῶν καθημένων] τῶν S R Z; omit B
36:12 πρὸς αὐτούς Ῥαψάκης] Ῥαψάκης πρὸς αὐτούς
ἄνδρας] ἀνθρώπους
οὖρον] οὐρὰν S
36:13 ἐβόησεν] ἀνεβόησεν B
καὶ εἶπεν] omit S
τοῦ] τοὺς S
τοῦ μεγάλου βασιλέως Ἀσσυρίων] Ἀσσυρίων τοῦ μεγάλου S
36:14 ὑμᾶς ἀπατάτω] ἀπατάτω ὑμᾶς
οἳ οὐ μὴ] οἳ οὐ S R Z; οὐ μὴ B
36:16 Εἰ] ᾟ S
36:18 ὑμᾶς ἀπατάτω] ἀπατάτω ὑμᾶς B
ὑμῶν] omit B S
ῥύσεται ὑμᾶς] ὑμᾶς ῥύσεται S
36:19 Αἱμὰρ] Ἑμὰθ B Z; Ἀμὰρ S; Αιμαθ R
καὶ] ποῦ ἐστιν S; καὶ ποῦ B R Z
Σεπφαρείμ] Ἐπφαρουαίμ B
36:20 πάντων] omit S
ἐρρύσατο] ὅστις ἐρρύσατο B
ῥύσεται] σε ῥύσεται S
τὴν Ιερουσαλημ] Ιερουσαλημ S R Z
36:21 μηδένα] μηδέν S
36:22 ἀπήγγειλαν] ἀνήγγειλαν B S Z