Greek Isaiah in a Year, Week 22=Isaiah 28:14-29:9

This week in Greek Isaiah in a Year covers Isaiah 28:14-29:9. (I’m late this week in posting. But it’s not the first time I’ve been a few days behind and have caught up over the weekend….)

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, April 29: Isa 28:14–18

14 Διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἰερουσαλήμ, 15 ὅτι εἴπατε Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. 16 διὰ τοῦτο οὕτως λέγει Κύριος, Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ μὴ καταισχυνθῇ. 17 καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς, 18 μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα.

Tuesday, April 30Isa 28:19–23

19 ὅταν παρέλθῃ, λήμψεται ὑμᾶς· πρωὶ πρωὶ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. μάθετε ἀκούειν 20 στενοχωρούμενοι· οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι. 21 ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. 22 καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου σαβαὼθ ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. 23 Ἐνωτίζεσθε καὶ ἀκούσατε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου.

Wednesday, May 1Isa 28:24–29

24 μὴ ὅλην τὴν ἠμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾶν; ἢ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γῆν; 25 καὶ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, πρῶτον σπείρει μικρὸν μελάνθιον καὶ κύμινον, καὶ πάλιν πυρόν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου; 26 καὶ παιδευθήσῃ κρίματι θεοῦ σου, καὶ εὐφρανθήσῃ. 27 οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον 28 μετὰ ἄρτου βρωθήσεται. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. 29 καὶ ταῦτα παρὰ Κυρίου σαβαὼθ ἐξῆλθεν τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.

Thursday, May 2Isa 29:1–4

29 1 Οὐαὶ πόλις Ἀριήλ, ἣν Δαυεὶδ ἐπολέμησεν· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπʼ ἐνιαυτόν· φάγεσθε γὰρ σὺν Μωάβ. 2 ἐκθλίψω γὰρ Ἀριήλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί. 3 καὶ κυκλώσω ὡς Δαυεὶδ ἐπὶ σέ, καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω ἐπὶ σὲ πύργους, 4 καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει.

Friday, May 3: Isa 29:5–9

5 καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα 6 παρὰ Κυρίου σαβαώθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ κραυγῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα. 7 καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐνύπνιον ὁ πλοῦτος τῶν ἐθνῶν πάντων ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰσραήλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ἰερουσαλήμ, καὶ πάντες οἱ συνηγμένοι ἐπʼ αὐτὴν καὶ θλίβοντες αὐτήν. 8 καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πεινῶντες καὶ ἔσθοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον· καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ τὸ ὄρος Σιών. 9 Ἐκλύθητε καὶ ἔκστητε, καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδʼ ἀπὸ οἴνου·

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 22 readings above, in pdf form.

Greek Isaiah in a Year, Week 21=Isaiah 27:1-28:13

This week in Greek Isaiah in a Year covers Isaiah 27:1-28:13.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, April 22Isa 27:1-6

27 Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν, καὶ ἀνελεῖ τὸν δράκοντα. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός· ἐπιθύμημα ἐξάρχειν κατʼ αὐτῆς. ἐγὼ πόλις ἰσχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος. καὶ οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. τοίνυν διὰ τοῦτο ἐποίησεν Κύριος ὁ θεὸς πάντα ὅσα συνέταξεν. κατακέκαυμαι, βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην. οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.

Tuesday, April 23Isa 27:7-9

μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶ πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.

Wednesday, April 24Isa 27:10-13

10 τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελιμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται. 11 μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι. γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσει. 12 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων· ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατʼ ἕνα ἕνα. 13 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν ἐν τῇ σάλπιγγι τῇ μεγαλῇ, καὶ ἥξουσιν οἱ <ἀπολόμενοι> ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἰερουσαλήμ.

Thursday, April 25Isa 28:1-6

28 Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφράιμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέως, οἱ μεθύοντες ἄνευ οἴνου. ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου, ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυσιν· ταῖς χερσίν, καὶ τοῖς ποσὶν καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφράιμ. καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπʼ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτό, πρὶν ἤ εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν. τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης, τῷ καταλειφθέντι μου λαῷ· καὶ καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν.

Friday, April 26: Isa 28:7-13

οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα, ἐπλανήθησαν· τοῦτό ἐστιν φάντασμα. ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας. τίνι ἀνηγγείλαμεν κακά, καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ. 10 θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπʼ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, 11 διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας· ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ, 12 λέγοντες αὐτῷ Τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὐκ ἠθέλησαν ἀκούειν. 13 καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ θεοῦ θλίψις ἐπὶ θλίψιν, ἐλπὶς ἐπʼ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευθῶσιν καὶ πέσωσιν εἰς τὰ ὀπίσω, καὶ κινδυνεύσουσι καὶ συντριβήσονται καὶ ἁλώσονται.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 21 readings above, in pdf form.

Greek Isaiah in a Year, Week 20=Isaiah 26

This week in Greek Isaiah in a Year covers Isaiah 26.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, April 15Isa 26:1-4

Ὠιδή

26 Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς Ἰούδα, λέγοντες Ἰδοὺ πόλις ὀχυρά, καὶ σωτήριον ἡμῖν θήσει τεῖχος καὶ περίτειχος. ἀνοίξατε πύλας, εἰσελθάτω λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. ὅτι ἐπι σοὶ ἤλπισαν, Κύριε, ἕως τοῦ αἰῶνος, ὁ θεὸς ὁ μέγας ὁ αἰώνιος,

Tuesday, April 16Isa 26:5-8

ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς, καὶ κατάξεις αὐτὰς ἕως τοῦ ἐδάφους, καὶ πατήσουσιν αὐτοὺς πρᾳέων καὶ ταπεινῶν. ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. ἡ γὰρ ὁδὸς Κυρίου κρίσις· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ

Wednesday, April 17Isa 26:9-12

ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν. (Ὠιδή.) ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. 10 πέπαυται γὰρ ὁ ἀσεβής· οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ· ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. 11 Κύριε, ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήσονται· ζῆλος λήμψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. 12 Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν.

Thursday, April 18Isa 26:13-17

13 Κύριε ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. 14 οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. 15 πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες κακὰ πᾶσιν τοῖς ἐνδόξοις τῆς γῆς. 16 Κύριε, ἐν θλίψει ἐμνήσθην σου, ἐν θλίψει μικρᾷ ἡ παιδία σου ἡμῖν. 17 καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.

Friday, April 19: Isa 26:18-21

18 διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς, ἀλλὰ πεσοῦνται οἱ ἑνοικοῦντες ἐπὶ τῆς γῆς. 19 ἀναστήσονται γὰρ οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. 20 Βάδιζε, ὁ λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἄν παρέλθῃ ἡ ὀργὴ Κυρίου. 21 ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς· καὶ ἀνακαλύψει ἡ γῆ τὸ <αἷμα> αὐτῆς, καὶ οὐ κατακαλύψει ἡ γῆ τοὺς ἀνῃρημένους.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 20 readings above, in pdf form.

Greek Isaiah in a Year, Week 19=Isaiah 24:6-25:12

IsaiahThis week in Greek Isaiah in a Year covers Isaiah 24:6-25:12.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, April 8Isa 24:6-11

διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι. πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθαδία καὶ πλοῦτος ἀσεβῶν, πέπαυται φωνὴ κιθάρας. ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, ποκρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν. 10 ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. 11 ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς

Tuesday, April 9Isa 24:12-17

12 καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελιμμένοι ἀπολοῦνται. 13 ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὅν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητός. 14 οὗτοι φωνῇ βοήσονται, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης. 15 διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται. 16 Κύριε ὁ θεὸς Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, Ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν· οἱ ἀθετοῦντες τὸν νόμον, 17 φόβος καὶ βόθυνος καὶ παγὶς ἐφʼ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς.

Wednesday, April 10Isa 24:18-23

18 καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον· ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. 19 ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. 20 ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ, ὡς ὁ μεθύων καὶ ὁ κραιπαλῶν, καὶ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσεν γὰρ ἐπʼ αὐτῆς ἡ ἀνομία. 21 Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς. 22 καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσταο αὐτῶν. 23 καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχοι· ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἰερουσαλήμ, καὶ ἐναντίον τῶν πρεσβυτέρων δοξασθήσεται.

Thursday, April 11Isa 25:1-6

Ὠιδή

25 Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε. ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πολεῖς ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε. ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασιν διʼ ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων, [εὐλογήσουσίν σε,] ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιὼν ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας. καὶ ποιήσει Κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον·

Friday, April 12: Isa 25:7-12

χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἁπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν. καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰδοὺ ὁ θεὸς ἡμῶν ἐφʼ ᾧ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα καὶ εὐφράνθημεν ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. 10 ὅτι ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβῖτις ὅν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις· 11 καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὅν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐφʼ ἃ τὰς χεῖρας ἐπέβαλεν· 12 καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάφους.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 19 readings above, in pdf form.

Greek Isaiah in a Year, Week 18=Isaiah 23:1-24:5

This week in Greek Isaiah in a Year covers Isaiah 23:1-24:5.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, April 1Isa 23:1-4

Τὸ ὅραμα Τύρου

23 Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κητιαίων· ἦκται αἰχμάλωτος. τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ, μεταβόλοι Φοινίκης, διαπερῶντες τὴν θάλασσαν ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων; ὡς ἀμητοῦ εἰσφερομένου οἱ μεταβόλοι τῶν ἐθνῶν. αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους.

Tuesday, April 2Isa 23:5-9

ὅταν δὲ ἀκουστὸν γένηται ἐν Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύζετε, οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. οὐχ αὕτη ὑμῶν ἦν ἡ ὕβρις ἡ ἀπʼ ἀρχῆς, πρὶν ἢ παραδοθῆναι αὐτήν; τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστίν, ἢ οὐκ ἰσχύει; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς. Κύριος σαβαὼθ ἐβουλεύσατο παραλῦσαι τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς.

Wednesday, April 3Isa 23:10-13

10 ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχονται ἐκ Καρχηδόνος. 11 ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· Κύριος σαβαὼθ ἐνετείλατο περὶ Χανάαν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. 12 καὶ ἐροῦσιν Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιών· καὶ ἐὰν ἀπέλθῃς εἰς Κητιείμ, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται· 13 καὶ εἰς γῆν Χαλδαίων, [ἣ] καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν.

Thursday, April 4Isa 23:14-18

14 ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν. 15 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα <ἔτη> ἔσται Τύρος ὡς ᾆσμα πόρνης. 16 λάβε κιθάραν, ῥέμβευσον, πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου ἡ μνεία γένηται. καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Τύρου, καὶ πάλιν ἀποκαταστήσεται εἰς τὸ ἀρχαῖον, 17 καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης. 18 καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον τῷ Κυρίῳ, οὐκ αὐτοῖς συναχθήσεται ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου, πᾶσα ἡ ἐμπορία αὐτῆς, φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι, εἰς συμβολὴν μνημόσυνον <ἔναντι Κυρίου>.

Friday, April 5: Isa 24:1-5

24 Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτήν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεύς, καὶ ὁ παῖς ὡς ὁ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, καὶ ὁ δανίζων ὡς ὁ δανιζόμενος, καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφίλει. φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα. ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, καὶ ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς. ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα Κυρίου, διαθήκην αἰώνιον.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 18 readings above, in pdf form.

Greek Isaiah in a Year, Week 17=Isaiah 22

This week in Greek Isaiah in a Year covers Isaiah 22 in its entirety.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, March 25Isa 22:1-6

Τὸ ὅραμα τῆς φάραγγος Σιών

22 Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια; ἐνεπλήσθη ἡ πόλις βοώντων, οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. πάντες οἱ ἄρχοντές σου πεφεύγασιν, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν. διὰ τοῦτο εἶπα Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος, καὶ πλάνησις παρὰ Κυρίου σαβαώθ· ἐν φάραγγι Σιὼν πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη. οἱ δὲ Ἐλαμεῖται ἔλαβον φαρέτρας, ἀναβάται ἄνθρωποι ἐφʼ ἵπποις, καὶ συναγωγὴ παρατάξεως.

Tuesday, March 26Isa 22:7-10

καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου, καὶ ἀνακαλύψουσιν τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως, καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυείδ. καὶ εἴδοσαν ὅτι πλείους εἰσίν, καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν, 10 καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἰερουσαλὴμ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει.

Wednesday, March 27Isa 22:11-15

11 καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχέων, ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπʼ ἀρχῆς ποιήσαντα αὐτήν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε. 12 καὶ ἐκάλεσεν Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, 13 αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον, λέγοντες Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. 14 καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶν Κυρίου σαβαώθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία ἕως ἂν ἀποθάνητε.

15 Τάδε λέγει Κύριος σαβαώθ Πορεύου εἰς τὸ παστοφόριον πρὸς Σόμναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ

Thursday, March 28Isa 22:16-20

16 Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν; 17 ἰδοὺ δὴ Κύριος σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, 18 καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα, 19 καὶ ἀφαιρεθήσει ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου. 20 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου,

Friday, March 29: Isa 22:21-25

21 καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ καὶ τὸ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἰερουσαλὴμ <καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδᾳ>. 22 καὶ δώσω τὴν δόξαν Δαυεὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων, καὶ δώσω τὴν κλεῖδα οἴκου Δαυεὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἀνοίξει καὶ οὐκ ἔσται ὁ ἀποκλείσων, καὶ κλείσει καὶ οὐκ ἔσται ὁ ἀνοίγων. 23 καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ. 24 καὶ ἔσται πεποιθὼς ἐπʼ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι ἐν αὐτῷ, 25 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. τάδε λέγει Κύριος σαβαώθ· κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ πεσεῖται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπʼ αὐτόν, ὅτι Κύριος ἐλάλησεν.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 17 readings above, in pdf form.

Greek Isaiah in a Year, Week 16=Isaiah 20-21

This week in Greek Isaiah in a Year covers Isaiah 20 and 21–two full chapters! And this time, I’m including an English translation–one that is in the public domain by R.R. Ottley.

Here is the schedule and text for Monday through Friday, using again the text from Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, March 18Isa 20:1-3

20 Τοῦ ἔτους οὗ εἰσῆλθεν Ναθὰν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνὰ βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ κατελάβετο αὐτήν, τότε ἐλάλησεν Κύριος πρὸς Ἠσαίαν λέγων Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου, καὶ ποίησον οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδητος. καὶ εἶπεν Κύριος Ὃν τρόπον πεπόρευται Ἠσαίας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν·

20 1 In the year when Tartan came to Azotus, when he was sent by Sargon king of the Assyrians, and warred against Azotus and took it,

2 Then spake the Lord to Isaiah, saying, Go, and take off the sackcloth from thy loins, and loose thy shoes from thy feet, and so do, walking naked and barefoot.

3 And the Lord said, Like as my servant Isaiah hath walked naked and barefoot, three years there shall be signs and wonders to the Egyptians and Ethiopians.

Tuesday, March 19Isa 20:4-6

ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους, τὴν αἰσχύνην Αἰγύπτου. καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφʼ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, ἦσαν γὰρ αὐτοῖς δόξα. καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα;

4 For thus shall the king of the Assyrians lead away the captivity of Egypt and of the Ethiopians, young men and old men, naked and barefoot, uncovered, the shame of Egypt.

5 And the Egyptians shall be ashamed and discomfited concerning the Ethiopians, upon whom the Egyptians had trusted, for they were their glory.

6 And they that dwell in this isle shall say, Behold, we had trusted to flee unto them for help, who could not be saved from the king of the Assyrians; and how shall we be saved?

Wednesday, March 20Isa 21:1-5

Τὸ ὅραμα τῆς ἐρήμου

21 Ὡς καταιγὶς διʼ ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν τὸ ὅραμα, καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐπʼ ἐμοὶ οἱ Ἐλαμεῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπʼ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. ἡ καρδία μου πλανᾶται καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. ἑτοίμασον τὴν τράπεζαν, πίετε, φάγετε· ἀνάσταντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς,

The vision of the desert.

21 1 As a tempest passeth through the desert, coming from a desert, from the land. Fearful

2 is the vision, and hard, that was proclaimed to me. He that setteth at nought doth set at nought, and he that transgresseth doth transgress.

The Elamites are upon me, and the envoys of the Persians are coming against me. Now will I mourn, and will comfort myself.

3 Therefore are my loins filled with faintness, and pangs have taken hold of me, as her that travaileth; I did wrong, so as not to hear, I laboured earnestly so as not to see.

4 My heart wandereth, and my transgression overwhelmeth me; my soul turneth to fear.

5 Prepare the table, drink, eat; stand up, ye rulers, and prepare shields.

Thursday, March 21Isa 21:6-11

ὅτι οὕτως εἶπεν Κύριος πρὸς μέ Βαδίσας σεαυτῷ στῆσον σκοπόν, καὶ ὃ ἐὰν ἴδῃς ἀνάγγειλον. καὶ ἴδον ἀναβάτας ἱππεῖς δύο, ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλήν, καὶ κάλεσον Οὐρείαν εἰς τὴν σκοπιὰν Κυρίου. καὶ εἶπεν Ἔστην διὰ παντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα, καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριθεὶς εἶπεν Πέπτωκεν Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν. 10 ἀκούσατε οἱ καταλελιμμένοι καὶ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαώθ· ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.

Τὸ ὅραμα τῆς Ἰδουμαίας.

11 Πρὸς ἐμὲ καλεῖτε παρὰ τοῦ Σηείρ Φυλάξετε ἐπάλξεις.

6 For thus saith the Lord to me, Go, set thee a watchman, and whatsoever thou seest, tell it.

7 And I saw two mounted horsemen, one mounted an an ass, and one mounted on a camel. Hear with diligent hearing,

8 And call Uriah to the watch tower of the Lord. And he said, I have stood continually by day, and over the camp I stood the whole night,

9 And behold, he himself cometh, mounted on a two-horse chariot. And he answered and said, Babylon is fallen: and all her mages and the works of her hands are crushed into the earth.

10 Hear, ye that are left, and are in anguish, hear what I have heard from the Lord of Hosts: the God of Israel hath proclaimed it to us.

The vision of Idumæa.

11 To me ye call from Seir, Watch ye (the) battlements.

Friday, March 22: Isa 21:12-17

12 φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα· ἐὰν ζητῇς ζήτει, καὶ παρʼ ἐμοὶ οἴκει, 13 ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ, ἐν τῇ ὁδῷ Δαιδάν. 14 εἰς συνάντησιν ὕδωρ διψῶντι φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν 15 διὰ τὸ πλῆθος τῶν φευγόντων καὶ διὰ τὸ πλήθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ. 16 ὅτι οὕτως εἶπέν μοι Κύριος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ, 17 καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, διότι Κύριος ἐλάλησεν ὁ θεὸς Ἰσραήλ.

12 I watch at morning, and through the night; if thou inquire, inquire, and dwell beside me.

13 In the forest shalt thou lie down at evening, in the way of Dedan.

14 Bring water to the thirsty to meet him, ye that dwell in the and of Teman; meet ye with loaves them that flee,

15 Because of the multitude of them that flee, and because of the multitude of them that wander, and because of the multitude of the sword, and because of the multitude of the bows that are bent, and because of the multitude of them that are fallen in the war.

16 For thus said the Lord to me, Yet a year, as the year of an hireling, the glory of the sons of Kedar shall fail,

17 And the remnant of the bows of the strong sons of Kedar shall be few; for the Lord, the God of Israel, hath spoken.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 16 readings above, but in pdf form.

Greek Isaiah in a Year, Week 15=Isaiah 19:1-25

Isaiah prophet

This week in Greek Isaiah in a Year covers Isaiah 19 in its entirety.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, March 11Isa 19:1-4

19 Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ αἱ καρδίαι αὐτῶν ἡττηθήσονται ἐν αὐτοῖς. καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπʼ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, ἐπεγερθήσεται πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐνγαστριμύθους καὶ τοὺς γνώστας. καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. τάδε λέγει Κύριος σαβαώθ.

Tuesday, March 12Isa 19:5-9

καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται· καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον. καὶ στενάξουσιν οἱ ἁλεεῖς, καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν. καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,

Wednesday, March 13Isa 19:10-15

10 καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν. 11 καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; 12 ποῦ εἰσιν νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται Κύριος σαβαὼθ ἐπʼ Αἴγυπτον. 13 ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς. 14 Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων και ὁ ἐμῶν ἅμα. 15 καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος.

Thursday, March 14Isa 19:16-20

16 Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου σαβαὼθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. 17 καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· πᾶς ὃς ἂν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν Κυρίου σαβαώθ, ἣν βεβούλευται Κύριος ἐπʼ αὐτήν. 18 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου· πόλις ἁσεδὲκ κληθήσεται ἡ μία πόλις. 19 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ, 20 καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς.

Friday, March 15: Isa 19:21-25

21 καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἑν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν. 22 καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ ἐπακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς. 23 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. 24 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις, εὐλογημένος ἐν τῇ γῇ 25 ᾗ εὐλόγησεν Κύριος σαβαὼθ λέγων Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 15 readings above, but in pdf form.

What is Translation? (Karen Jobes)

Professor Jobes (now at Wheaton) writes:

Bible translators stand at the intersection of the biblical world and their own, with the task of communicating an ancient text in a contemporary language. The Greek translator of Isaiah provides interesting examples of the issues and problems this task presents. For instance, he sometimes substituted the more familiar names of local Greek deities in place of the long-forgotten names of pagan Semitic deities being denounced. Is it “right” to substitute contemporary terms that would clearly communicate the message to the readers in place of ancient terms and idioms that would be accurate but meaningless? Where do accuracy and clarity meet in “getting it right”?

The whole article is here and worth reading.

Greek Isaiah in a Year, Week 14=Isaiah 16:11-18:7

Isaiah Greek wordle

This week in Greek Isaiah in a Year covers Isaiah 16:11-18:7.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, March 4Isa 16:11-14

11 διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα· ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας. 12 καὶ ἔσται ὡς τὸ ἐντραπῆναί σε, ἐκοπίασεν Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. 13 τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν Κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησεν. 14 καὶ νῦν λέγω Ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.

Tuesday, March 5: Isa 17:1-5

Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ.

17 1 Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν, 2 καταλελιμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκολίων, καὶ οὐκ ἔσται ὁ διώκων· 3 καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφράιμ· καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν. 4 Τάδε λέγει Κύριος σαβαώθ Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. 5 καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ,

Wednesday, March 6: Isa 17:6-9

6 καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπʼ ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτοῦ καταλειφθῇ. τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ. 7 τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, 8 καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ ἄλση αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν. 9 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελιμμέναι ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὑαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ ἔσονται ἔρημοι·

Thursday, March 7: Isa 17:10-14

10 διότι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον· 11 τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ· τὸ δὲ πρωὶ ἐὰν <σπείρῃς>, ἀνθήσει εἰς ἀμητὸν ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὥσπερ πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς.

12 Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα, οὕτως ταραχθήσεσθε, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει· 13 ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου. καὶ ἀποσκορακιεῖ αὐτόν, καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα. 14 πρὸς ἑσπέραν ἔσται πένθος· πρὶν ἢ πρωί, καὶ οὐκ ἔσται. αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων, καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάντων.

Friday, March 8: Isa 18

18 1 Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, 2 ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος. πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν· τί αὐτοῦ ἐπέκεινα; ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. νῦν οἱ ποταμοὶ τῆς γῆς 3 πάντες ὡς χώρα κατοικουμένη κατοικηθήσεται· ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται. 4 ὅτι οὕτως εἶπέν μοι Κύριος Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται. 5 πρὸ τοῦ θερισμοῦ, ὅταν συντελεσθῇ ἄνθος, καὶ ὄμφαξ ἀνθήσῃ ἄνθος ὀμφακίζουσα· καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ καὶ κατακόψει, 6 καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ συναχθήσεται ἐπʼ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ παντὰ τὰ θηρία τῆς γῆς ἐπʼ αὐτὸν ἥξει. 7 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει τοῦ ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίου σαβαώθ, ὄρος Σιών.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 14 readings above, but in pdf form.