Greek Isaiah in a Year, Week 15=Isaiah 19:1-25

Isaiah prophet

This week in Greek Isaiah in a Year covers Isaiah 19 in its entirety.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, March 11Isa 19:1-4

19 Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ αἱ καρδίαι αὐτῶν ἡττηθήσονται ἐν αὐτοῖς. καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπʼ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, ἐπεγερθήσεται πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐνγαστριμύθους καὶ τοὺς γνώστας. καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. τάδε λέγει Κύριος σαβαώθ.

Tuesday, March 12Isa 19:5-9

καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται· καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον. καὶ στενάξουσιν οἱ ἁλεεῖς, καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν. καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,

Wednesday, March 13Isa 19:10-15

10 καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν. 11 καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; 12 ποῦ εἰσιν νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται Κύριος σαβαὼθ ἐπʼ Αἴγυπτον. 13 ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς. 14 Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων και ὁ ἐμῶν ἅμα. 15 καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος.

Thursday, March 14Isa 19:16-20

16 Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου σαβαὼθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. 17 καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· πᾶς ὃς ἂν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν Κυρίου σαβαώθ, ἣν βεβούλευται Κύριος ἐπʼ αὐτήν. 18 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου· πόλις ἁσεδὲκ κληθήσεται ἡ μία πόλις. 19 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ, 20 καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς.

Friday, March 15: Isa 19:21-25

21 καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἑν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν. 22 καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ ἐπακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς. 23 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. 24 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις, εὐλογημένος ἐν τῇ γῇ 25 ᾗ εὐλόγησεν Κύριος σαβαὼθ λέγων Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 15 readings above, but in pdf form.

What is Translation? (Karen Jobes)

Professor Jobes (now at Wheaton) writes:

Bible translators stand at the intersection of the biblical world and their own, with the task of communicating an ancient text in a contemporary language. The Greek translator of Isaiah provides interesting examples of the issues and problems this task presents. For instance, he sometimes substituted the more familiar names of local Greek deities in place of the long-forgotten names of pagan Semitic deities being denounced. Is it “right” to substitute contemporary terms that would clearly communicate the message to the readers in place of ancient terms and idioms that would be accurate but meaningless? Where do accuracy and clarity meet in “getting it right”?

The whole article is here and worth reading.

Greek Isaiah in a Year, Week 14=Isaiah 16:11-18:7

Isaiah Greek wordle

This week in Greek Isaiah in a Year covers Isaiah 16:11-18:7.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, March 4Isa 16:11-14

11 διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα· ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας. 12 καὶ ἔσται ὡς τὸ ἐντραπῆναί σε, ἐκοπίασεν Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. 13 τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν Κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησεν. 14 καὶ νῦν λέγω Ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.

Tuesday, March 5: Isa 17:1-5

Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ.

17 1 Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν, 2 καταλελιμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκολίων, καὶ οὐκ ἔσται ὁ διώκων· 3 καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφράιμ· καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν. 4 Τάδε λέγει Κύριος σαβαώθ Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. 5 καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ,

Wednesday, March 6: Isa 17:6-9

6 καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπʼ ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτοῦ καταλειφθῇ. τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ. 7 τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, 8 καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ ἄλση αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν. 9 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελιμμέναι ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὑαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ ἔσονται ἔρημοι·

Thursday, March 7: Isa 17:10-14

10 διότι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον· 11 τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ· τὸ δὲ πρωὶ ἐὰν <σπείρῃς>, ἀνθήσει εἰς ἀμητὸν ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὥσπερ πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς.

12 Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα, οὕτως ταραχθήσεσθε, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει· 13 ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου. καὶ ἀποσκορακιεῖ αὐτόν, καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα. 14 πρὸς ἑσπέραν ἔσται πένθος· πρὶν ἢ πρωί, καὶ οὐκ ἔσται. αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων, καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάντων.

Friday, March 8: Isa 18

18 1 Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, 2 ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος. πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν· τί αὐτοῦ ἐπέκεινα; ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. νῦν οἱ ποταμοὶ τῆς γῆς 3 πάντες ὡς χώρα κατοικουμένη κατοικηθήσεται· ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται. 4 ὅτι οὕτως εἶπέν μοι Κύριος Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται. 5 πρὸ τοῦ θερισμοῦ, ὅταν συντελεσθῇ ἄνθος, καὶ ὄμφαξ ἀνθήσῃ ἄνθος ὀμφακίζουσα· καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ καὶ κατακόψει, 6 καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ συναχθήσεται ἐπʼ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ παντὰ τὰ θηρία τῆς γῆς ἐπʼ αὐτὸν ἥξει. 7 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει τοῦ ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίου σαβαώθ, ὄρος Σιών.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 14 readings above, but in pdf form.

Greek Isaiah in a Year, Week 13=Isaiah 14:28-16:10

This week in Greek Isaiah in a Year covers Isaiah 14:28-16:10. I’ve been behind off and on the last few weeks, but am caught up now. It’s amazing how even five verses a day can be a challenge to keep up with.

Ottley Isaiah coverHere is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint (pictured at left; click on image to go to Amazon product page). Ottley is also here in Logos (I reviewed that edition here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

Monday, February 25Isa 14:28-32

28 Τοῦ ἔτους οὗ ἀπέθανεν Ἀχὰζ ὁ βασιλεὺς ἐγενήθη τὸ ῥῆμα τοῦτο.

29 Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔγγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. 30 καὶ βοσκηθήσονται πτωχοὶ διʼ αὐτοῦ· πτωχοὶ δὲ ἄνδρες ἐπʼ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλιμμά σου ἀνελεῖ. 31 ὀλολύζετε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βαρρᾶ ἔρχεται, καὶ οὐκ ἔστιν τοῦ εἶναι. 32 καὶ τί ἀποκριθήσονται βασιλεῖς τῶν ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσεν Σιών, καὶ διʼ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.

Tuesday, February 26: Isa 15:1-4

15 1 Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. 2 λυπεῖσθε ἐφʼ ἑαυτοῖς, ἀπολεῖται γὰρ Δαιβηδών, οὗ ὁ βεμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος. ὀλολύζετε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι, 3 ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς πλατείαις αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ. 4 ὅτι κέκραγεν Ἑσεβὼν καὶ <Ἐλεαλή>, ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.

Wednesday, February 27: Isa 15:5-9

5 ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ ἕως Σήγωρ· δάμαλις γὰρ ἐστὶν τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀδωνίειμ· βοᾷ σύντριμμα καὶ σεισμός, 6 τὸ ὕδωρ τῆς Νεμρεὶμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. 7 μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήμψονται αὐτήν. 8 συνῆψεν γὰρ ἡ βοὴ τὸ ὄρος τῆς Μωαβίτιδος τῆς Ἀγαλλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ. 9 τὸ δὲ ὕδωρ τὸ Ῥεμμὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ῥεμμὼν Ἄραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τὸ κατάλοιπον Ἀδαμά.

Thursday, February 28: Isa 16:1-5

16 1 Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιών; 2 ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θυγάτηρ Μωάβ· ἐπὶ τάδε, Ἀρνών, πλείονα 3 βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτιᾷ φεύγουσιν, ἐξέστησαν· μὴ <ἀχθῇς>. 4 παροικήσουσιν οἱ φυγάδες Μωάβ· ἔσονται γὰρ σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, συνετελέσθη ταλαιπωρία, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. 5 καὶ διορθωθήσεται μετὰ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπʼ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυείδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.

Friday, March 1: Isa 16:6-10

6 Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρας. οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. 7 ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν· τοῖς κατοικοῦσιν Δέσεθ μελετήσεις, καὶ οὐκ ἐντραπήσῃ. 8 τὰ πεδία Ἐσεβὼν πενθήσει, ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν, διέβησαν γὰρ τὴν ἔρημον. 9 διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ ἄμπελον Σεβαμά· τὰ δένδρα σου κατέβαλεν Ἐσεβὼν καὶ <Ἐλεαλή>, ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται. 10 καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.

See here for more resources and links to texts for Greek Isaiah.

And here are the Week 13 readings above, but in pdf form.

Greek Isaiah in a Year, Week 10=Isaiah 10:30-Isaiah 12

International LXX Day

First things first: Friday is International Septuagint Day. I’ll post again more then. This week in Greek Isaiah in a Year covers Isaiah 10:30 through the end of Isaiah 12 (a six-verse chapter). Friday we celebrate International Septuagint Day by reading a whole chapter of the Old Greek of Isaiah.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (As always, Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf in the public domain.) The full reading plan for our group is here (pdf).

Monday, February 4Isa 10:30-34

30 ἡ θυγάτηρ Γαλείμ, ἐπακούσεται ἐν Σά, ἐπακούσεται ἐν Ἀναθώθ· 31 ἐξέστη Μαδεβηνὰ καὶ οἱ κατοικοῦντες Γιββείρ. 32 παρακαλεῖτε σήμερον ἐν τῇ ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιών, καὶ οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ. 33 ἰδοὺ γὰρ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται οἱ ὑψηλοί, 34 <καὶ πεσοῦνται ὑψηλοὶ> μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.

Tuesday, February 5: Isa 11:1-5

11 Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἀναπαύσεται ἐπʼ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἱλημμένος τὰς πλευράς.

Wednesday, February 6: Isa 11:6-11

καὶ συν βοσκηθήσεται λύκος μετὰ ἀρός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς· καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν βοσκηθήσονται, καὶ λεὼν καὶ βοῦς ἅμα φάγονται ἄχυρα· καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων, καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ. καὶ οὐ μὴ κακοποιήσωσιν, οὐδʼ οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοὐ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. 10 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. 11 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Αἰλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβείας.

Thursday, February 7: Isa 11:12-16

12 καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραήλ, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. 13 καὶ ἀφαιρεθήσεται ὁ <ζῆλος> Ἐφράιμ, καὶ οἱ ἐχθροὶ Ἰοὺδα ἀπολοῦνται· Ἐφράιμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφράιμ. 14 καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσιν καὶ τοὺς ἀφʼ ἡλίου ἀνατολῶν καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. 15 καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν· 16 καὶ ἔσται ὁδὸς τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ, καὶ ἔσται τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.

Friday, February 8: Isa 12 (1-6)

12 Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. ἰδοὺ ὁ θεός μου σωτήρ μου, πεποιθὼς ἔσομαι ἐν αὐτῷ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. καὶ ἀντλήσετε ὕδωρ μετʼ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες ἐν Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ σου.

See here for more resources and links to texts for Greek Isaiah. Here are previous weeks’ readings: Week 1 / Week 2 / Week 3 / Week 4 / Week 5 / Week 6 / Week 7 / Week 8 / Week 9

And here are the Week 10 readings above, but in pdf form.

Greek Isaiah in a Year, Week 9=Isaiah 10:5-10:29

Andrei Rublev's Last Judgment: Isaiah
Andrei Rublev’s Last Judgment: Isaiah

This week in Greek Isaiah in a Year covers Isaiah 10:5-29.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (As always, Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf in the public domain.) The full reading plan for our group is here (pdf).

Monday, January 28Isa 10:5-9

5 Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐν ταῖς χερσὶν αὐτῶν. 6 τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστέλλω, καὶ τῷ ἐμῷ λαῷ συντάξω τοῦ ποιῆσαι σκῦλα καὶ προνομήν, καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. 7 αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολεθρεῦσαι ἔθνη οὐκ ὀλίγα. 8 καὶ ἐὰν εἴπωσιν αὐτῷ Σὺ μόνος εἶ ἄρχων, 9 καὶ ἐρεῖ Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννή, οὗ ὁ πύργος ᾠκοδομήθη; καὶ ἔλαβον Ἀραβείαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν·

Tuesday, January 29: Isa 10:10-14

10 ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου, καὶ πάσας τὰς χώρας λήμψομαι. ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἰερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ· 11 ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις <αὐτῆς,> οὕτως ποιήσω καὶ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. 12 Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἰερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. 13 εἶπεν γὰρ Τῇ ἰσχύι ποιήσω, καὶ <τῇ σοφίᾳ τῆς συνέσεως> ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· 14 καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς καταλελιμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι.

Wednesday, January 30: Isa 10:15-19

15 Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ἢ ξύλον, καὶ οὐχ οὕτως; 16 ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται· 17 καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ ἁγιάσει αὐτὸ ἐν πυρὶ καιομένῳ, καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην. 18 τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ δρυμοὶ καὶ οἱ βουνοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· 19 καὶ οἱ καταλειφθέντες ἀπʼ αὐτῶν ἔσονται ἀριθμός, καὶ παιδίον γράψει αὐτούς.

Thursday, January 31: Isa 10:20-24

20 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλʼ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. 21 καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ θεὸν ἰσχύοντα. 22 καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, 23 ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. 24 Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς σαβαώθ Μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιών, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σέ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.

Friday, February 1: Isa 10:25-29

25 ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν· 26 καὶ ἐπεγερεῖ ὁ θεὸς ἐπʼ αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως, καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατʼ Αἴγυπτον. 27 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν. 28 ἥξει γὰρ εἰς τὴν πόλιν Ἀγγαί, 29 καὶ παρελεύσεται εἰς Μαγεδδώ, καὶ ἐν Μαχμὰς θήσει τὰ σκεύη αὐτοῦ· καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Ἀγγαί, φόβος λήμψεται Ῥαμὰ πόλιν Σαούλ. φεύξεται ….

See here for more resources and links to texts for Greek Isaiah. Here are previous weeks’ readings: Week 1 / Week 2 / Week 3 / Week 4 / Week 5 / Week 6 / Week 7 / Week 8

And here are the Week 9 readings above, but in pdf form.

Jesus Makes a Pun in the Synagogue

Jesus Reads in Synagogue
Jesus makes a pun in Luke 4. I’m not the first one to notice this, but it stood out to me as I read my way through Luke 4:14-21 this past week. I’m preaching on the passage at my church tomorrow.

Jesus enters the synagogue at his hometown of Nazareth in Galilee and opens the Isaiah scroll to Isaiah 61. In the NIV, the Luke passage reads as follows:

The scroll of the prophet Isaiah was handed to him. Unrolling it, he found the place where it is written:

The Spirit of the Lord is on me,
because he has anointed me
to preach good news to the poor.
He has sent me to proclaim freedom for the prisoners
and recovery of sight for the blind,
to release the oppressed, to proclaim the year of the Lord’s favor.

But a few verses later (v. 24) Jesus tells the people, “No prophet is accepted in his hometown.” (They tried then to throw him off a cliff.)

The play on words Jesus uses is not readily evident in most translations, but Jesus uses the same word for favor (“year of the Lord’s favor“) as he does for accepted (“no prophet is accepted“). It’s a rare enough Greek word Luke uses, that I can only conclude it’s deliberate–this is the only passage in all the Gospels to use this word. (For Hellenophiles who read this blog, the word is δεκτός.)

The translations aren’t necessarily wrong to obscure the fact that it’s the same word in each verse. After all, context determines meaning, so even this same word carries different nuances the two times it’s used.

But the irony is that in this year of the Lord’s favor, which Jesus notes later in the passage begins “today,” even his hometown will not accept him. There is no acceptance (δεκτός) of this favor (δεκτός).

And before we rush to point backwards at the hard-heartedness of 1st century Nazareth, perhaps we easily enough realize those ways in which we fail to accept the favor that God would lavish on us. May Jesus give us sight where we do not see all that he comes to offer us.

Greek Isaiah in a Year, Week 8=Isaiah 9:1-10:4

Isaiah prophetGreek Isaiah in a Year rolls on!

In this last week (week 7) we covered chapter 8. Note that 8:23 in the reading plan is actually 9:1 in the Göttingen and Ottley editions, but marked as 8:23 in the Hebrew Masoretic text, as well as Rahlfs. Note Ken Penner’s versification comparison chart here.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (As always, Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf in the public domain.) The full reading plan for our group is here (pdf).

Monday, January 21Isa 9:1 MT=9:2 LXX – Isa 9:6 MT=9:7 LXX

ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφʼ ὑμᾶς. τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον εὐφραίνονται οἱ διαιρούμενοι σκῦλα. διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπʼ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν Κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη <ἡμῖν>, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαυεὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

Tuesday, January 22: Isa 9:7-10 (=9:8-11)

Θάνατον ἀπέστειλεν Κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφράιμ, καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφʼ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, λέγοντες 10 Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. 11 καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπʼ ὄρους Σιὼν ἐπʼ αὐτούς, καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει,

Wednesday, January 23: Isa 9:11-15 (=9:12-16)

12 Συρίαν ἀφʼ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφʼ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή. 13 καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν. 14 Καὶ ἀφεῖλεν Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μίᾳ ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή, 15 καὶ προφήτην διδάσκοντα ἄνομα, οὗτος ἡ οὐρά. 16 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς.

Thursday, January 24: Isa 9:16–20 (=9:17-21)

17 διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους οὐκ εὐφρανθήσεται ὁ θεός, καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει· ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή. 18 Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσιν τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα· 19 διὰ θυμὸν ὀργῆς Κυρίου συγκαυθήσεται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, 20 ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ, ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος [τοῦ ἀδελφοῦ] αὐτοῦ. 21 φάγεται γὰρ Μαννασσὴ τοῦ Ἐφράιμ, καὶ Ἐφράιμ τοῦ Μαννασσή, ὅτι ἅμα πολιορκήσουσιν τὸν Ἰούδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή.

Friday, January 25: Isa 10:1-4

10 Οὐαὶ τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγήν, καὶ ὀρφανὸν εἰς προνομήν. καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ ἐπισκοπῆς; ἡ γὰρ θλίψις ὑμῖν πόρρωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή.

See here for more resources and links to texts for Greek Isaiah. Here are previous weeks’ readings: Week 1 / Week 2 / Week 3 / Week 4 / Week 5 / Week 6 / Week 7

And here are the Week 8 readings above, but in pdf form.

Greek Isaiah in a Year, Week 7=Isaiah 8

Detail from The Nativity with the Prophets Isaiah and Ezekiel, by Duccio di Buoninsegna
Detail from The Nativity with the Prophets Isaiah and Ezekiel, by Duccio di Buoninsegna

Last week in Greek Isaiah in a Year saw a lively discussion around Isaiah 7:14.

This week our reading includes Isaiah 8:14, which Paul and Peter cite together with Isaiah 28:16. About this passage Jobes and Silva write:

Both Paul and Peter–perhaps reflecting an early Christian tradition–link two passages in Isaiah, namely, 8:14 with 28:16, presumably because the word λίθος occurs in those two passages (see Romans 9:33 and 1 Peter 2:6-7). But there is more. LXX Isaiah 8:14 begins with the clause καὶ ἐὰν ἐπʼ αὐτῷ πεποιθὼς ᾖς (“and if you put your confidence in him”), for which no corresponding text is found in the Hebrew. The translator evidently took his cue from the last clause of verse 17 (καὶ πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ=וקויתי־לו) and used it to give a surprising interpretation of verse 14. In addition, he provided a closer link between 8:14 and 28:16 by adding the words ἐπʼ αὐτῷ to the latter passage. It is clear that the Greek translator’s own reflection on the message of Isaiah had a signficant impact on early Christian theology.

Last week, week 6, we read chapter 7 start to finish. In this week 7 we do the same with chapter 8. Friday is an anomaly in the reading plan–just one verse that day. Note, too, that 8:23 is actually 9:1 in the Göttingen and Ottley editions, but marked as 8:23 in the Hebrew Masoretic text, as well as Rahlfs.

Here is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (As always, Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf in the public domain.) The full reading plan for our group is here (pdf).

Monday, January 14: Isa 8:1–5

8 Καὶ εἶπεν Κύριος πρὸς μέ Λάβε σεαυτῷ τόμον χάρτου καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστιν γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου. καὶ προσῆλθεν πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν Κύριός μοι Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον. διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.

Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι

Tuesday, January 15: Isa 8:6–10

Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασσὼν καὶ τὸν υἱὸν Ῥομελίου βασιλέα ἐφʼ ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφʼ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι εἰ δυνατὸν συντελέσαι τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ τὰ πλάτη τῆς χώρας σου. μεθʼ ἡμῶν ὁ θεός. γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσετε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. 10 καὶ ἣν ἂν βουλεύσησθε βουλὴν διασκεδάσει Κύριος, καὶ τὸν λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεθʼ ἡμῶν Κύριος ὁ θεός.

Wednesday, January 16: Isa 8:11–16

11 οὕτως λέγει Κύριος ὁ θεός Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, λέγοντες 12 Μή ποτε εἴπητε σκληρόν· πᾶν γὰρ ὃ ἂν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδʼ οὐ μὴ ταραχθῆτε· 13 Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος. 14 καὶ ἐὰν ἐπʼ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι. ὁ δὲ οἶκος Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἰερουσαλήμ· 15 διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοί, καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. 16 Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μαθεῖν.

Thursday, January 17: Isa  8:17–22

17 καὶ ἐρεῖ Μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ. 18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. 19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς Ζητήσατε τοὺς ἀπὸ τῆς κοιλίας φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους, τοὺς κενολογοῦντας οἳ ἀπὸ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ; τί ἐκζητῶσιν περὶ τῶν ζώντων τοὺς νεκρούς; 20 νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ. 21 καὶ ἥξει ἐφʼ ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, 22 καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται· καὶ ἰδοὺ θλῖψις καὶ στενοχωρία καὶ σκότος, ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ἕως καιροῦ.

Friday, January 18: Isa 8:23 MT=9:1 LXX

9 (23) 1 Τοῦτο πρῶτον ποίει, ταχὺ ποίει, χώρα Ζαβουλων, ἡ γῆ Νεφθαλιμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ιορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ιουδαίας.

See here for more resources and links to texts for Greek Isaiah. Here are previous weeks’ readings: Week 1 / Week 2 / Week 3 / Week 4 / Week 5 / Week 6

And here are the Week 7 readings above, but in pdf form.

Greek Isaiah in a Year, Week 6=Isaiah 7:1-25

isaiah

This week in Greek Isaiah in a Year we get to the famous and sometimes contested Isaiah 7:14. Here it is in Ottley’s Greek text, including his English translation:

διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

Therefore the Lord himself shall give you a sign; Behold, the virgin shall be with child, and shall bring forth a son, and thou shalt call his name Immanuel.

Last week I hosted the Biblical Studies Carnival for December 2012. Here’s an excerpt of posts I linked to from December about Isaiah 7:14. There were even more than what I highlighted:

December saw a plethora of posts about παρθένος/עלמה in Isaiah 7:14, and Matthew’s use of that verse. Here is T.M. Law, saying that Greek Isaiah’s use of παρθένος for עלמה is not without precedent in the LXX (“The Greek translator of Isaiah used a perfectly acceptable rendering for עלמה.”). Here’s the Jesus Creed on the virgin birth. Krista Dalton notes, “[T]he author of Matthew is not saying that Isaiah was envisioning the birth of Jesus.” Kevin Brown of Diglotting posts here about it. And, looking at hermeneutics more generally, Brian LePort suggested three paradigms to use in studying the virgin birth.

So for this Week 6 of Greek Isaiah in a Year, we cover one chapter in its entirety, chapter 7. I’m looking forward to what I’m sure will be lively discussion on Wednesday at our Facebook group. Below is the schedule and text for Monday through Friday, using again the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint. (As always, Ottley is here on Amazon, here in Logos, and here as a free, downloadable pdf in the public domain.) The full reading plan for our group is here (pdf).

Monday, January 7: Isa 7:1-4

7 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἀχὰζ τοῦ Ἰωαθὰμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα ἀνέβη Ῥαασσὼν βασιλεὺς Ἀρὰμ καὶ Φάκεε υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰερουσαλὴμ πολεμῆσαι αὐτήν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυεὶδ λέγοντες Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφράιμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὅταν ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Καὶ εἶπεν Κύριος πρὸς Ἠσαίαν Ἔξελθε εἰς συνάντησιν Ἀχὰζ σὺ καὶ ὁ καταλειφθεὶς Ἰασσοὺβ ὁ <υἱός> σου πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως. καὶ ἐρεῖς αὐτῷ Φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.

Tuesday, January 8: Isa 7:5-9

καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ, λέγοντες Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψωμεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ· τάδε λέγει Κύριος σαβαώθ Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται. ἀλλʼ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασείν· ἀλλʼ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφράιμ ἀπὸ λαοῦ. καὶ ἡ κεφαλὴ Ἐφράιμ Σομορών, καὶ ἡ κεφαλὴ Σομορὼν υἱὸς τοῦ Ῥομελίου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.

Wednesday, January 9: Isa 7:10-14

10 Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἀχὰζ λέγων 11 Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. 12 καὶ εἶπεν Ἀχάζ Οὐ μὴ αἰτήσω, οὐδʼ οὐ μὴ πειράσω Κύριον. 13 καὶ εἶπεν Ἀκούσατε δή, οἶκος Δαυείδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; 14 διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

Thursday, January 10: Isa 7:15-19

15 βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν· 16 διότι πρὶν ἢ γνῶναι τὸν παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. 17 ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἳ οὔπω ἥκασιν ἀφʼ ἧς ἡμέρας ἀφεῖλεν Ἐφράιμ ἀπὸ Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων. 18 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων· 19 καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξιν τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ ἐπὶ πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ.

Friday, January 11: Isa 7:20-25

20 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ ὅ ἐστιν πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλήν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ. 21 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· 22 καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. 23 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος οὗ ἐὰν ὦσιν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ ἄκανθαν· 24 μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ· 25 καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται· καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ εἰς καταπάτημα βοός.

See here for more resources and links to texts for Greek Isaiah. Here are previous weeks’ readings: Week 1 / Week 2 / Week 3 / Week 4 / Week 5

And here are the Week 6 readings above, but in pdf form.